en
Old Testament
1 Woe to her who is rebellious and polluted, To the oppressing city!
1 Ω ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά·
2 She has not obeyed His voice, She has not received correction; She has not trusted in the LORD, She has not drawn near to her God.
2 οὐκ εἰσήκουσε φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν.
3 Her princes in her midst are roaring lions; Her judges are evening wolves That leave not a bone till morning.
3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ·
4 Her prophets are insolent, treacherous people; Her priests have polluted the sanctuary, They have done violence to the law.
4 οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσι νόμον·
5 The LORD is righteous in her midst, He will do no unrighteousness. Every morning He brings His justice to light; He never fails, But the unjust knows no shame.
5 ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν.
6 “I have cut off nations, Their fortresses are devastated; I have made their streets desolate, With none passing by. Their cities are destroyed; There is no one, no inhabitant.
6 ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.
7 I said, ‘Surely you will fear Me, You will receive instruction’— So that her dwelling would not be cut off, Despite everything for which I punished her. But they rose early and corrupted all their deeds.
7 εἶπα· πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾿ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. ~
8 “Therefore wait for Me,” says the LORD, “Until the day I rise up for plunder; My determination is to gather the nations To My assembly of kingdoms, To pour on them My indignation, All My fierce anger; All the earth shall be devoured With the fire of My jealousy.
8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.
9 “For then I will restore to the peoples a pure language, That they all may call on the name of the LORD, To serve Him with one accord.
9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.
10 From beyond the rivers of Ethiopia My worshipers, The daughter of My dispersed ones, Shall bring My offering.
10 ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι.
11 In that day you shall not be shamed for any of your deeds In which you transgress against Me; For then I will take away from your midst Those who rejoice in your pride, And you shall no longer be haughty In My holy mountain.
11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.
12 I will leave in your midst A meek and humble people, And they shall trust in the name of the LORD.
12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳυ±ν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου
13 The remnant of Israel shall do no unrighteousness And speak no lies, Nor shall a deceitful tongue be found in their mouth; For they shall feed their flocks and lie down, And no one shall make them afraid.”
13 οἱ κατάλοιποι τοῦ Ἰσραὴλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. ~
14 Sing, O daughter of Zion! Shout, O Israel! Be glad and rejoice with all your heart, O daughter of Jerusalem!
14 Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ.
15 The LORD has taken away your judgments, He has cast out your enemy. The King of Israel, the LORD, is in your midst; You shall see disaster no more.
15 περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
16 In that day it shall be said to Jerusalem: “Do not fear; Zion, let not your hands be weak.
16 ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου·
17 The LORD your God in your midst, The Mighty One, will save; He will rejoice over you with gladness, He will quiet you with His love, He will rejoice over you with singing.”
17 Κύριος ὁ Θεός σου ἐν σοί, δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
18 “I will gather those who sorrow over the appointed assembly, Who are among you, To whom its reproach is a burden.
18 καὶ συνάξω τοὺς συντετριμμένους σου. οὐαί, τίς ἔλαβεν ἐπ᾿ αὐτὴν ὀνειδισμόν;
19 Behold, at that time I will deal with all who afflict you; I will save the lame, And gather those who were driven out; I will appoint them for praise and fame In every land where they were put to shame.
19 ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.
20 At that time I will bring you back, Even at the time I gather you; For I will give you fame and praise Among all the peoples of the earth, When I return your captives before your eyes,” Says the LORD.
20 καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.
NKJV translation