en
Old Testament
1 Gather yourselves together, yes, gather together, O undesirable nation,
1 ΣΥΝΑΧΘΗΤΕ καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,
2 Before the decree is issued, Or the day passes like chaff, Before the LORD’s fierce anger comes upon you, Before the day of the LORD’s anger comes upon you!
2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.
3 Seek the LORD, all you meek of the earth, Who have upheld His justice. Seek righteousness, seek humility. It may be that you will be hidden In the day of the LORD’s anger.
3 ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
4 For Gaza shall be forsaken, And Ashkelon desolate; They shall drive out Ashdod at noonday, And Ekron shall be uprooted.
4 διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.
5 Woe to the inhabitants of the seacoast, The nation of the Cherethites! The word of the LORD is against you, O Canaan, land of the Philistines: “I will destroy you; So there shall be no inhabitant.”
5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾿ ὑμᾶς, Χαναὰν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας.
6 The seacoast shall be pastures, With shelters for shepherds and folds for flocks.
6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων.
7 The coast shall be for the remnant of the house of Judah; They shall feed their flocks there; In the houses of Ashkelon they shall lie down at evening. For the LORD their God will intervene for them, And return their captives.
7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν. ~
8 “I have heard the reproach of Moab, And the insults of the people of Ammon, With which they have reproached My people, And made arrogant threats against their borders.
8 Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.
9 Therefore, as I live,” Says the LORD of hosts, the God of Israel, “Surely Moab shall be like Sodom, And the people of Ammon like Gomorrah— Overrun with weeds and saltpits, And a perpetual desolation. The residue of My people shall plunder them, And the remnant of My people shall possess them.”
9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
10 This they shall have for their pride, Because they have reproached and made arrogant threats Against the people of the LORD of hosts.
10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα.
11 The LORD will be awesome to them, For He will reduce to nothing all the gods of the earth; People shall worship Him, Each one from his place, Indeed all the shores of the nations.
11 ἐπιφανήσεται Κύριος ἐπ᾿ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. ~
12 “You Ethiopians also, You shall be slain by My sword.”
12 Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ρομφαίας μού ἐστε.
13 And He will stretch out His hand against the north, Destroy Assyria, And make Nineveh a desolation, As dry as the wilderness.
13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον.
14 The herds shall lie down in her midst, Every beast of the nation. Both the pelican and the bittern Shall lodge on the capitals of her pillars; Their voice shall sing in the windows; Desolation shall be at the threshold; For He will lay bare the cedar work.
14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καί ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.
15 This is the rejoicing city That dwelt securely, That said in her heart, “I am it, and there is none besides me.” How has she become a desolation, A place for beasts to lie down! Everyone who passes by her Shall hiss and shake his fist.
15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ᾿ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.
NKJV translation