en
Old Testament
1 The burden of the word of the LORD Against the land of Hadrach, And Damascus its resting place (For the eyes of men And all the tribes of Israel Are on the LORD);
1 ΛΗΜΜΑ λόγου Κυρίου· ἐν γῇ Σεδρὰχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ.
2 Also against Hamath, which borders on it, And against Tyre and Sidon, though they are very wise.
2 καὶ ἐν Ἐμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα.
3 For Tyre built herself a tower, Heaped up silver like the dust, And gold like the mire of the streets.
3 καὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶν.
4 Behold, the Lord will cast her out; He will destroy her power in the sea, And she will be devoured by fire.
4 διὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται.
5 Ashkelon shall see it and fear; Gaza also shall be very sorrowful; And Ekron, for He dried up her expectation. The king shall perish from Gaza, And Ashkelon shall not be inhabited.
5 ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ.
6 “A mixed race shall settle in Ashdod, And I will cut off the pride of the Philistines.
6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων.
7 I will take away the blood from his mouth, And the abominations from between his teeth. But he who remains, even he shall be for our God, And shall be like a leader in Judah, And Ekron like a Jebusite.
7 καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶ ἐκ τοῦ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ καὶ Ἀκκάρων ὡς ὁ Ἰεβουσαῖος·
8 I will camp around My house Because of the army, Because of him who passes by and him who returns. No more shall an oppressor pass through them, For now I have seen with My eyes.
8 καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου.
9 “Rejoice greatly, O daughter of Zion! Shout, O daughter of Jerusalem! Behold, your King is coming to you; He is just and having salvation, Lowly and riding on a donkey, A colt, the foal of a donkey.
9 Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραυ±ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
10 I will cut off the chariot from Ephraim And the horse from Jerusalem; The battle bow shall be cut off. He shall speak peace to the nations; His dominion shall be ‘from sea to sea, And from the River to the ends of the earth.’
10 καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς.
11 “As for you also, Because of the blood of your covenant, I will set your prisoners free from the waterless pit.
11 καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
12 Return to the stronghold, You prisoners of hope. Even today I declare That I will restore double to you.
12 καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·
13 For I have bent Judah, My bow, Fitted the bow with Ephraim, And raised up your sons, O Zion, Against your sons, O Greece, And made you like the sword of a mighty man.”
13 διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ εἰς τόξον, ἔπλησα τὸν Ἐφραὶμ καὶ ἐξεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ρομφαίαν μαχητοῦ·
14 Then the LORD will be seen over them, And His arrow will go forth like lightning. The Lord GOD will blow the trumpet, And go with whirlwinds from the south.
14 καὶ Κύριος ἔσται ἐπ᾿ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.
15 The LORD of hosts will defend them; They shall devour and subdue with slingstones. They shall drink and roar as if with wine; They shall be filled with blood like basins, Like the corners of the altar.
15 Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς, καὶ καταναλώσουσιν αὐτούς, καί καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον.
16 The LORD their God will save them in that day, As the flock of His people. For they shall be like the jewels of a crown, Lifted like a banner over His land—
16 καὶ σώσει αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ γῆς αὐτοῦ.
17 For how great is its goodness And how great its beauty! Grain shall make the young men thrive, And new wine the young women.
17 ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.
NKJV translation