en
Old Testament
1 Now in the fourth year of King Darius it came to pass that the word of the LORD came to Zechariah, on the fourth day of the ninth month, Chislev,
1 ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστι Χασελεῦ·
2 when the people sent Sherezer, with Regem-Melech and his men, to the house of God, to pray before the LORD,
2 καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον
3 and to ask the priests who were in the house of the LORD of hosts, and the prophets, saying, “Should I weep in the fifth month and fast as I have done for so many years?”
3 λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.
4 Then the word of the LORD of hosts came to me, saying,
4 καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς ἐμὲ λέγων·
5 “Say to all the people of the land, and to the priests: ‘When you fasted and mourned in the fifth and seventh months during those seventy years, did you really fast for Me—for Me?
5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι;
6 When you eat and when you drink, do you not eat and drink for yourselves?
6 καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε;
7 Should you not have obeyed the words which the LORD proclaimed through the former prophets when Jerusalem and the cities around it were inhabited and prosperous, and the South and the Lowland were inhabited?’ ”
7 οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;
8 Then the word of the LORD came to Zechariah, saying,
8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων·
9 “Thus says the LORD of hosts: ‘Execute true justice, Show mercy and compassion Everyone to his brother.
9 τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνετε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
10 Do not oppress the widow or the fatherless, The alien or the poor. Let none of you plan evil in his heart Against his brother.’
10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
11 “But they refused to heed, shrugged their shoulders, and stopped their ears so that they could not hear.
11 καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
12 Yes, they made their hearts like flint, refusing to hear the law and the words which the LORD of hosts had sent by His Spirit through the former prophets. Thus great wrath came from the LORD of hosts.
12 καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος.
13 Therefore it happened, that just as He proclaimed and they would not hear, so they called out and I would not listen,” says the LORD of hosts.
13 καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.
14 “But I scattered them with a whirlwind among all the nations which they had not known. Thus the land became desolate after them, so that no one passed through or returned; for they made the pleasant land desolate.”
14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.
NKJV translation