en
Old Testament
1 Then I turned and raised my eyes, and saw there a flying scroll.
1 ΚΑΙ ἐπέστρεψα, καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον.
2 And he said to me, “What do you see?” So I answered, “I see a flying scroll. Its length is twenty cubits and its width ten cubits.”
2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα ἐγώ· ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.
3 Then he said to me, “This is the curse that goes out over the face of the whole earth: ‘Every thief shall be expelled,’ according to this side of the scroll; and, ‘Every perjurer shall be expelled,’ according to that side of it.”
3 καὶ εἶπε πρός με· αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται·
4 “I will send out the curse,” says the LORD of hosts; “It shall enter the house of the thief And the house of the one who swears falsely by My name. It shall remain in the midst of his house And consume it, with its timber and stones.”
4 καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.
5 Then the angel who talked with me came out and said to me, “Lift your eyes now, and see what this is that goes forth.”
5 Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο.
6 So I asked, “What is it?” And he said, “It is a basket that is going forth.” He also said, “This is their resemblance throughout the earth:
6 καὶ εἶπα· τί ἐστι; καὶ εἶπε· τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν· αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.
7 Here is a lead disc lifted up, and this is a woman sitting inside the basket”;
7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου.
8 then he said, “This is Wickedness!” And he thrust her down into the basket, and threw the lead cover over its mouth.
8 καὶ εἶπεν· αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου καὶ ἔρριψε τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.
9 Then I raised my eyes and looked, and there were two women, coming with the wind in their wings; for they had wings like the wings of a stork, and they lifted up the basket between earth and heaven.
9 καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ.
10 So I said to the angel who talked with me, “Where are they carrying the basket?”
10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· ποῦ αὗται ἀποφέρουσι τὸ μέτρον;
11 And he said to me, “To build a house for it in the land of Shinar; when it is ready, the basket will be set there on its base.”
11 καὶ εἶπε πρός με· οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.
NKJV translation