en
Old Testament
1 Now the angel who talked with me came back and wakened me, as a man who is wakened out of his sleep.
1 ΚΑΙ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
2 And he said to me, “What do you see?” So I said, “I am looking, and there is a lampstand of solid gold with a bowl on top of it, and on the stand seven lamps with seven pipes to the seven lamps.
2 καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·
3 Two olive trees are by it, one at the right of the bowl and the other at its left.”
3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων.
4 So I answered and spoke to the angel who talked with me, saying, “What are these, my lord?”
4 καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· τί ἐστι ταῦτα, κύριε;
5 Then the angel who talked with me answered and said to me, “Do you not know what these are?” And I said, “No, my lord.”
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με λέγων· οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα· οὐχί, κύριε.
6 So he answered and said to me: “This is the word of the LORD to Zerubbabel: ‘Not by might nor by power, but by My Spirit,’ Says the LORD of hosts.
6 καὶ ἀπεκρίθη καὶ εἶπε πρός με λέγων· οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.
7 ‘Who are you, O great mountain? Before Zerubbabel you shall become a plain! And he shall bring forth the capstone With shouts of “Grace, grace to it!” ’ ”
7 τίς εἶ σύ, τό ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζαροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.
8 Moreover the word of the LORD came to me, saying:
8 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
9 “The hands of Zerubbabel Have laid the foundation of this temple; His hands shall also finish it. Then you will know That the LORD of hosts has sent Me to you.
9 αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ, διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε.
10 For who has despised the day of small things? For these seven rejoice to see The plumb line in the hand of Zerubbabel. They are the eyes of the LORD, Which scan to and fro throughout the whole earth.”
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
11 Then I answered and said to him, “What are these two olive trees—at the right of the lampstand and at its left?”
11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;
12 And I further answered and said to him, “What are these two olive branches that drip into the receptacles of the two gold pipes from which the golden oil drains?”
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;
13 Then he answered me and said, “Do you not know what these are?” And I said, “No, my lord.”
13 καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε.
14 So he said, “These are the two anointed ones, who stand beside the Lord of the whole earth.”
14 καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.
NKJV translation