en
Old Testament
1 Then he showed me Joshua the high priest standing before the Angel of the LORD, and Satan standing at his right hand to oppose him.
1 ΚΑΙ ἔδειξέ μοι Κύριος Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
2 And the LORD said to Satan, “The LORD rebuke you, Satan! The LORD who has chosen Jerusalem rebuke you! Is this not a brand plucked from the fire?”
2 καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
3 Now Joshua was clothed with filthy garments, and was standing before the Angel.
3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
4 Then He answered and spoke to those who stood before Him, saying, “Take away the filthy garments from him.” And to him He said, “See, I have removed your iniquity from you, and I will clothe you with rich robes.”
4 καὶ ἀπεκρίθη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· ἀφέλετε τὰ ἱμάτια τὰ ρυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ἀφῃ£ρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη
5 And I said, “Let them put a clean turban on his head.” So they put a clean turban on his head, and they put the clothes on him. And the Angel of the LORD stood by.
5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τήν κεφαλὴν αὐτοῦ. καί περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει.
6 Then the Angel of the LORD admonished Joshua, saying,
6 καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων·
7 “Thus says the LORD of hosts: ‘If you will walk in My ways, And if you will keep My command, Then you shall also judge My house, And likewise have charge of My courts; I will give you places to walk Among these who stand here.
7 τάδε λέγει Κύριος παντοκράτωρ· ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
8 ‘Hear, O Joshua, the high priest, You and your companions who sit before you, For they are a wondrous sign; For behold, I am bringing forth My Servant the BRANCH.
8 ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
9 For behold, the stone That I have laid before Joshua: Upon the stone are seven eyes. Behold, I will engrave its inscription,’ Says the LORD of hosts, ‘And I will remove the iniquity of that land in one day.
9 διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
10 In that day,’ says the LORD of hosts, ‘Everyone will invite his neighbor Under his vine and under his fig tree.’ ”
10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.
NKJV translation