en
Old Testament
1 Behold, the day of the LORD is coming, And your spoil will be divided in your midst.
1 ΙΔΟΥ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί.
2 For I will gather all the nations to battle against Jerusalem; The city shall be taken, The houses rifled, And the women ravished. Half of the city shall go into captivity, But the remnant of the people shall not be cut off from the city.
2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.
3 Then the LORD will go forth And fight against those nations, As He fights in the day of battle.
3 καὶ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.
4 And in that day His feet will stand on the Mount of Olives, Which faces Jerusalem on the east. And the Mount of Olives shall be split in two, From east to west, Making a very large valley; Half of the mountain shall move toward the north And half of it toward the south.
4 καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς καὶ τὸ ἥμισυ πρὸς θάλασσαν, χάος μέγα σφόδρα. καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον.
5 Then you shall flee through My mountain valley, For the mountain valley shall reach to Azal. Yes, you shall flee As you fled from the earthquake In the days of Uzziah king of Judah. Thus the LORD my God will come, And all the saints with You.
5 καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἰασὸλ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ συσσεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ.
6 It shall come to pass in that day That there will be no light; The lights will diminish.
6 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψῦχος καὶ πάγος·
7 It shall be one day Which is known to the LORD— Neither day nor night. But at evening time it shall happen That it will be light.
7 ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
8 And in that day it shall be That living waters shall flow from Jerusalem, Half of them toward the eastern sea And half of them toward the western sea; In both summer and winter it shall occur.
8 καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.
9 And the LORD shall be King over all the earth. In that day it shall be— “The LORD is one,” And His name one.
9 καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν.
10 All the land shall be turned into a plain from Geba to Rimmon south of Jerusalem. Jerusalem shall be raised up and inhabited in her place from Benjamin’s Gate to the place of the First Gate and the Corner Gate, and from the Tower of Hananel to the king’s winepresses.
10 κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβὲ ἕως Ρεμμὼν κατὰ νότον Ἱερουσαλήμ· Ραμὰ δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεήλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως.
11 The people shall dwell in it; And no longer shall there be utter destruction, But Jerusalem shall be safely inhabited.
11 κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι καὶ κατοικήσει Ἱερουσαλὴμ πεποιθότως.
12 And this shall be the plague with which the LORD will strike all the people who fought against Jerusalem: Their flesh shall dissolve while they stand on their feet, Their eyes shall dissolve in their sockets, And their tongues shall dissolve in their mouths.
12 Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ρυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.
13 It shall come to pass in that day That a great panic from the LORD will be among them. Everyone will seize the hand of his neighbor, And raise his hand against his neighbor’s hand;
13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπ᾿ αὐτούς, καὶ ἐπιλήψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χεῖρα τοῦ πλησίον αὐτοῦ.
14 Judah also will fight at Jerusalem. And the wealth of all the surrounding nations Shall be gathered together: Gold, silver, and apparel in great abundance.
14 καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα.
15 Such also shall be the plague On the horse and the mule, On the camel and the donkey, And on all the cattle that will be in those camps. So shall this plague be.
15 καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.
16 And it shall come to pass that everyone who is left of all the nations which came against Jerusalem shall go up from year to year to worship the King, the LORD of hosts, and to keep the Feast of Tabernacles.
16 καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ᾿ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
17 And it shall be that whichever of the families of the earth do not come up to Jerusalem to worship the King, the LORD of hosts, on them there will be no rain.
17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται.
18 If the family of Egypt will not come up and enter in, they shall have no rain; they shall receive the plague with which the LORD strikes the nations who do not come up to keep the Feast of Tabernacles.
18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
19 This shall be the punishment of Egypt and the punishment of all the nations that do not come up to keep the Feast of Tabernacles.
19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
20 In that day “HOLINESS TO THE LORD” shall be engraved on the bells of the horses. The pots in the LORD’s house shall be like the bowls before the altar.
20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.
21 Yes, every pot in Jerusalem and Judah shall be holiness to the LORD of hosts. Everyone who sacrifices shall come and take them and cook in them. In that day there shall no longer be a Canaanite in the house of the LORD of hosts.
21 καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
NKJV translation