en
Old Testament
1 Oh, that you were like my brother, Who nursed at my mother’s breasts! If I should find you outside, I would kiss you; I would not be despised.
1 ΤΙΣ δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστούς μητρός σου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι.
2 I would lead you and bring you Into the house of my mother, She who used to instruct me. I would cause you to drink of spiced wine, Of the juice of my pomegranate.
2 παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ροῶν μου.
3 His left hand is under my head, And his right hand embraces me.
3 εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
4 I charge you, O daughters of Jerusalem, Do not stir up nor awaken love Until it pleases.
4 ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
5 Who is this coming up from the wilderness, Leaning upon her beloved? I awakened you under the apple tree. There your mother brought you forth; There she who bore you brought you forth.
5 Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδόν αὐτῆς; ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.
6 Set me as a seal upon your heart, As a seal upon your arm; For love is as strong as death, Jealousy as cruel as the grave; Its flames are flames of fire, A most vehement flame.
6 θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
7 Many waters cannot quench love, Nor can the floods drown it. If a man would give for love All the wealth of his house, It would be utterly despised.
7 ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
8 We have a little sister, And she has no breasts. What shall we do for our sister In the day when she is spoken for?
8 ἀδελφὴ ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
9 If she is a wall, We will build upon her A battlement of silver; And if she is a door, We will enclose her With boards of cedar.
9 εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ᾿ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστί, διαγράψωμεν ἐπ᾿ αὐτὴν σανίδα κεδρίνην.
10 I am a wall, And my breasts like towers; Then I became in his eyes As one who found peace.
10 ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
11 Solomon had a vineyard at Baal Hamon; He leased the vineyard to keepers; Everyone was to bring for its fruit A thousand silver coins.
11 ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
12 My own vineyard is before me. You, O Solomon, may have a thousand, And those who tend its fruit two hundred.
12 ἀμπελών μου ἐμὸς ἐνώπιόν μου· οἱ χίλιοι Σαλωμὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
13 You who dwell in the gardens, The companions listen for your voice— Let me hear it!
13 ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με·
14 Make haste, my beloved, And be like a gazelle Or a young stag On the mountains of spices.
14 φύγε, ἀδέλφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων.
NKJV translation