en
Old Testament
1 Behold, you are fair, my love! Behold, you are fair! You have dove’s eyes behind your veil. Your hair is like a flock of goats, Going down from Mount Gilead.
1 Ιδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.
2 Your teeth are like a flock of shorn sheep Which have come up from the washing, Every one of which bears twins, And none is barren among them.
2 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
3 Your lips are like a strand of scarlet, And your mouth is lovely. Your temples behind your veil Are like a piece of pomegranate.
3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.
4 Your neck is like the tower of David, Built for an armory, On which hang a thousand bucklers, All shields of mighty men.
4 ὡς πύργος Δαυΐδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ᾿ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν.
5 Your two breasts are like two fawns, Twins of a gazelle, Which feed among the lilies.
5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις.
6 Until the day breaks And the shadows flee away, I will go my way to the mountain of myrrh And to the hill of frankincense.
6 ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.
7 You are all fair, my love, And there is no spot in you.
7 ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
8 Come with me from Lebanon, my spouse, With me from Lebanon. Look from the top of Amana, From the top of Senir and Hermon, From the lions’ dens, From the mountains of the leopards.
8 δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἐρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
9 You have ravished my heart, My sister, my spouse; You have ravished my heart With one look of your eyes, With one link of your necklace.
9 ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου.
10 How fair is your love, My sister, my spouse! How much better than wine is your love, And the scent of your perfumes Than all spices!
10 τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα;
11 Your lips, O my spouse, Drip as the honeycomb; Honey and milk are under your tongue; And the fragrance of your garments Is like the fragrance of Lebanon.
11 κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.
12 A garden enclosed Is my sister, my spouse, A spring shut up, A fountain sealed.
12 κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.
13 Your plants are an orchard of pomegranates With pleasant fruits, Fragrant henna with spikenard,
13 ἀποστολαί σου παράδεισος ροῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων,
14 Spikenard and saffron, Calamus and cinnamon, With all trees of frankincense, Myrrh and aloes, With all the chief spices—
14 νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλὼθ μετὰ πάντων πρώτων μύρων.
15 A fountain of gardens, A well of living waters, And streams from Lebanon.
15 πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
16 Awake, O north wind, And come, O south! Blow upon my garden, That its spices may flow out. Let my beloved come to his garden And eat its pleasant fruits.
16 Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ρευσάτωσαν ἀρώματά μου· καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
NKJV translation