en
Old Testament
1 I am the rose of Sharon, And the lily of the valleys.
1 ΕΓΩ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.
2 Like a lily among thorns, So is my love among the daughters.
2 ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
3 Like an apple tree among the trees of the woods, So is my beloved among the sons. I sat down in his shade with great delight, And his fruit was sweet to my taste.
3 ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
4 He brought me to the banqueting house, And his banner over me was love.
4 εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾿ ἐμὲ ἀγάπην.
5 Sustain me with cakes of raisins, Refresh me with apples, For I am lovesick.
5 στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
6 His left hand is under my head, And his right hand embraces me.
6 εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
7 I charge you, O daughters of Jerusalem, By the gazelles or by the does of the field, Do not stir up nor awaken love Until it pleases.
7 ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
8 The voice of my beloved! Behold, he comes Leaping upon the mountains, Skipping upon the hills.
8 Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.
9 My beloved is like a gazelle or a young stag. Behold, he stands behind our wall; He is looking through the windows, Gazing through the lattice.
9 ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.
10 My beloved spoke, and said to me: “Rise up, my love, my fair one, And come away.
10 ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου,
11 For lo, the winter is past, The rain is over and gone.
11 ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
12 The flowers appear on the earth; The time of singing has come, And the voice of the turtledove Is heard in our land.
12 τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
13 The fig tree puts forth her green figs, And the vines with the tender grapes Give a good smell. Rise up, my love, my fair one, And come away!
13 ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ,
14 “O my dove, in the clefts of the rock, In the secret places of the cliff, Let me see your face, Let me hear your voice; For your voice is sweet, And your face is lovely.”
14 σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
15 Catch us the foxes, The little foxes that spoil the vines, For our vines have tender grapes.
15 πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
16 My beloved is mine, and I am his. He feeds his flock among the lilies.
16 ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,
17 Until the day breaks And the shadows flee away, Turn, my beloved, And be like a gazelle Or a young stag Upon the mountains of Bether.
17 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.
NKJV translation