en
Old Testament
1 The song of songs, which is Solomon’s.
1 ΑΣΜΑ ᾀσμάτων, ὅ ἐστι τῷ Σαλωμών.
2 Let him kiss me with the kisses of his mouth— For your love is better than wine.
2 Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,
3 Because of the fragrance of your good ointments, Your name is ointment poured forth; Therefore the virgins love you.
3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
4 Draw me away! We will run after you. The king has brought me into his chambers. We will be glad and rejoice in you. We will remember your love more than wine. Rightly do they love you.
4 εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.
5 I am dark, but lovely, O daughters of Jerusalem, Like the tents of Kedar, Like the curtains of Solomon.
5 μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες Ἱερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών.
6 Do not look upon me, because I am dark, Because the sun has tanned me. My mother’s sons were angry with me; They made me the keeper of the vineyards, But my own vineyard I have not kept.
6 μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
7 Tell me, O you whom I love, Where you feed your flock, Where you make it rest at noon. For why should I be as one who veils herself By the flocks of your companions?
7 ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου.
8 If you do not know, O fairest among women, Follow in the footsteps of the flock, And feed your little goats Beside the shepherds’ tents.
8 ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων.
9 I have compared you, my love, To my filly among Pharaoh’s chariots.
9 τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.
10 Your cheeks are lovely with ornaments, Your neck with chains of gold.
10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι;
11 We will make you ornaments of gold With studs of silver.
11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.
12 While the king is at his table, My spikenard sends forth its fragrance.
12 ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
13 A bundle of myrrh is my beloved to me, That lies all night between my breasts.
13 ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται.
14 My beloved is to me a cluster of henna blooms In the vineyards of En Gedi.
14 βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν Ἐγγαδδί.
15 Behold, you are fair, my love! Behold, you are fair! You have dove’s eyes.
15 ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί.
16 Behold, you are handsome, my beloved! Yes, pleasant! Also our bed is green.
16 ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος,
17 The beams of our houses are cedar, And our rafters of fir.
17 δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.
NKJV translation