en
Old Testament
1 Now it came to pass, in the days when the judges ruled, that there was a famine in the land. And a certain man of Bethlehem, Judah, went to dwell in the country of Moab, he and his wife and his two sons.
1 ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
2 The name of the man was Elimelech, the name of his wife was Naomi, and the names of his two sons were Mahlon and Chilion— Ephrathites of Bethlehem, Judah. And they went to the country of Moab and remained there.
2 καὶ ὄνομα τῷ ἀνδρὶ Ἐλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, Ἐφραθαῖοι ἐκ Βηθλεὲμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.
3 Then Elimelech, Naomi’s husband, died; and she was left, and her two sons.
3 και ἀπέθανεν Ἐλιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
4 Now they took wives of the women of Moab: the name of the one was Orpah, and the name of the other Ruth. And they dwelt there about ten years.
4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ Ὀρφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
5 Then both Mahlon and Chilion also died; so the woman survived her two sons and her husband.
5 καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
6 Then she arose with her daughters-in-law that she might return from the country of Moab, for she had heard in the country of Moab that the LORD had visited His people by giving them bread.
6 καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους,
7 Therefore she went out from the place where she was, and her two daughters-in-law with her; and they went on the way to return to the land of Judah.
7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.
8 And Naomi said to her two daughters-in-law, “Go, return each to her mother’s house. The LORD deal kindly with you, as you have dealt with the dead and with me.
8 καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ·
9 The LORD grant that you may find rest, each in the house of her husband.” So she kissed them, and they lifted up their voices and wept.
9 δῴη Κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
10 And they said to her, “Surely we will return with you to your people.”
10 καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.
11 But Naomi said, “Turn back, my daughters; why will you go with me? Are there still sons in my womb, that they may be your husbands?
11 καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
12 Turn back, my daughters, go—for I am too old to have a husband. If I should say I have hope, if I should have a husband tonight and should also bear sons,
12 ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,
13 would you wait for them till they were grown? Would you restrain yourselves from having husbands? No, my daughters; for it grieves me very much for your sakes that the hand of the LORD has gone out against me!”
13 μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.
14 Then they lifted up their voices and wept again; and Orpah kissed her mother-in-law, but Ruth clung to her.
14 καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.
15 And she said, “Look, your sister-in-law has gone back to her people and to her gods; return after your sister-in-law.”
15 καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
16 But Ruth said: “Entreat me not to leave you, Or to turn back from following after you; For wherever you go, I will go; And wherever you lodge, I will lodge; Your people shall be my people, And your God, my God.
16 εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου·
17 Where you die, I will die, And there will I be buried. The LORD do so to me, and more also, If anything but death parts you and me.”
17 καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.
18 When she saw that she was determined to go with her, she stopped speaking to her.
18 ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
19 Now the two of them went until they came to Bethlehem. And it happened, when they had come to Bethlehem, that all the city was excited because of them; and the women said, “Is this Naomi?”
19 ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν;
20 But she said to them, “Do not call me Naomi; call me Mara, for the Almighty has dealt very bitterly with me.
20 καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·
21 I went out full, and the LORD has brought me home again empty. Why do you call me Naomi, since the LORD has testified against me, and the Almighty has afflicted me?”
21 ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με.
22 So Naomi returned, and Ruth the Moabitess her daughter-in-law with her, who returned from the country of Moab. Now they came to Bethlehem at the beginning of barley harvest.
22 καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
NKJV translation