en
Old Testament
1 The vision of Obadiah. Thus says the Lord GOD concerning Edom (We have heard a report from the LORD, And a messenger has been sent among the nations, saying, “Arise, and let us rise up against her for battle”):
1 ΟΡΑΣΙΣ Ὀβδιού. Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον.
2 “Behold, I will make you small among the nations; You shall be greatly despised.
2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα.
3 The pride of your heart has deceived you, You who dwell in the clefts of the rock, Whose habitation is high; You who say in your heart, ‘Who will bring me down to the ground?’
3 ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· τίς κατάξει με ἐπὶ τὴν γῆν;
4 Though you ascend as high as the eagle, And though you set your nest among the stars, From there I will bring you down,” says the LORD.
4 ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγε Κύριος.
5 “If thieves had come to you, If robbers by night— Oh, how you will be cut off!— Would they not have stolen till they had enough? If grape-gatherers had come to you, Would they not have left some gleanings?
5 εἰ κλέπται εἰσῆλθον πρός σε ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα;
6 “Oh, how Esau shall be searched out! How his hidden treasures shall be sought after!
6 πῶς ἐξηρευνήθη Ἡσαῦ καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ;
7 All the men in your confederacy Shall force you to the border; The men at peace with you Shall deceive you and prevail against you. Those who eat your bread shall lay a trap for you. No one is aware of it.
7 ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοι, ἠδυνάσθησαν πρός σε ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς.
8 “Will I not in that day,” says the LORD, “Even destroy the wise men from Edom, And understanding from the mountains of Esau?
8 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ·
9 Then your mighty men, O Teman, shall be dismayed, To the end that everyone from the mountains of Esau May be cut off by slaughter.
9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ
10 “For violence against your brother Jacob, Shame shall cover you, And you shall be cut off forever.
10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ~
11 In the day that you stood on the other side— In the day that strangers carried captive his forces, When foreigners entered his gates And cast lots for Jerusalem— Even you were as one of them.
11 Ἀφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
12 “But you should not have gazed on the day of your brother In the day of his captivity; Nor should you have rejoiced over the children of Judah In the day of their destruction; Nor should you have spoken proudly In the day of distress.
12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως,
13 You should not have entered the gate of My people In the day of their calamity. Indeed, you should not have gazed on their affliction In the day of their calamity, Nor laid hands on their substance In the day of their calamity.
13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν.
14 You should not have stood at the crossroads To cut off those among them who escaped; Nor should you have delivered up those among them who remained In the day of distress.
14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.
15 “For the day of the LORD upon all the nations is near; As you have done, it shall be done to you; Your reprisal shall return upon your own head.
15 διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.
16 For as you drank on My holy mountain, So shall all the nations drink continually; Yes, they shall drink, and swallow, And they shall be as though they had never been.
16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες. ~
17 “But on Mount Zion there shall be deliverance, And there shall be holiness; The house of Jacob shall possess their possessions.
17 Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς.
18 The house of Jacob shall be a fire, And the house of Joseph a flame; But the house of Esau shall be stubble; They shall kindle them and devour them, And no survivor shall remain of the house of Esau,” For the LORD has spoken.
18 καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε.
19 The South shall possess the mountains of Esau, And the Lowland shall possess Philistia. They shall possess the fields of Ephraim And the fields of Samaria. Benjamin shall possess Gilead.
19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.
20 And the captives of this host of the children of Israel Shall possess the land of the Canaanites As far as Zarephath. The captives of Jerusalem who are in Sepharad Shall possess the cities of the South.
20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ἰσραὴλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά, καὶ κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ.
21 Then saviors shall come to Mount Zion To judge the mountains of Esau, And the kingdom shall be the LORD’s.
21 καὶ ἀναβήσονται ἀνασῳζόμενοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.
1
NKJV translation