en
Old Testament
1 And the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Speak to Aaron, and say to him, ‘When you arrange the lamps, the seven lamps shall give light in front of the lampstand.’ ”
2 λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν· ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.
3 And Aaron did so; he arranged the lamps to face toward the front of the lampstand, as the LORD commanded Moses.
3 καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
4 Now this workmanship of the lampstand was hammered gold; from its shaft to its flowers it was hammered work. According to the pattern which the LORD had shown Moses, so he made the lampstand.
4 καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος, ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν.
5 Then the LORD spoke to Moses, saying:
5 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
6 “Take the Levites from among the children of Israel and cleanse them ceremonially.
6 λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ καὶ ἀφαγνιεῖς αὐτούς.
7 Thus you shall do to them to cleanse them: Sprinkle water of purification on them, and let them shave all their body, and let them wash their clothes, and so make themselves clean.
7 καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.
8 Then let them take a young bull with its grain offering of fine flour mixed with oil, and you shall take another young bull as a sin offering.
8 καὶ λήψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας.
9 And you shall bring the Levites before the tabernacle of meeting, and you shall gather together the whole congregation of the children of Israel.
9 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ
10 So you shall bring the Levites before the LORD, and the children of Israel shall lay their hands on the Levites;
10 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας,
11 and Aaron shall offer the Levites before the LORD like a wave offering from the children of Israel, that they may perform the work of the LORD.
11 καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου.
12 Then the Levites shall lay their hands on the heads of the young bulls, and you shall offer one as a sin offering and the other as a burnt offering to the LORD, to make atonement for the Levites.
12 οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν.
13 “And you shall stand the Levites before Aaron and his sons, and then offer them like a wave offering to the LORD.
13 καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου καὶ ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου·
14 Thus you shall separate the Levites from among the children of Israel, and the Levites shall be Mine.
14 καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί.
15 After that the Levites shall go in to service the tabernacle of meeting. So you shall cleanse them and offer them like a wave offering.
15 καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου·
16 For they are wholly given to Me from among the children of Israel; I have taken them for Myself instead of all who open the womb, the firstborn of all the children of Israel.
16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.
17 For all the firstborn among the children of Israel are Mine, both man and beast; on the day that I struck all the firstborn in the land of Egypt I sanctified them to Myself.
17 ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ
18 I have taken the Levites instead of all the firstborn of the children of Israel.
18 καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ.
19 And I have given the Levites as a gift to Aaron and his sons from among the children of Israel, to do the work for the children of Israel in the tabernacle of meeting, and to make atonement for the children of Israel, that there be no plague among the children of Israel when the children of Israel come near the sanctuary.”
19 καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ, καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.
20 Thus Moses and Aaron and all the congregation of the children of Israel did to the Levites; according to all that the LORD commanded Moses concerning the Levites, so the children of Israel did to them.
20 καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.
21 And the Levites purified themselves and washed their clothes; then Aaron presented them like a wave offering before the LORD, and Aaron made atonement for them to cleanse them.
21 καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια, καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.
22 After that the Levites went in to do their work in the tabernacle of meeting before Aaron and his sons; as the LORD commanded Moses concerning the Levites, so they did to them.
22 καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.
23 Then the LORD spoke to Moses, saying,
23 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
24 “This is what pertains to the Levites: From twenty-five years old and above one may enter to perform service in the work of the tabernacle of meeting;
24 τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·
25 and at the age of fifty years they must cease performing this work, and shall work no more.
25 καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι.
26 They may minister with their brethren in the tabernacle of meeting, to attend to needs, but they themselves shall do no work. Thus you shall do to the Levites regarding their duties.”
26 καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργᾶται. οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.
NKJV translation