en
Old Testament
1 And the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Command the children of Israel that they put out of the camp every leper, everyone who has a discharge, and whoever becomes defiled by a corpse.
2 πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ·
3 You shall put out both male and female; you shall put them outside the camp, that they may not defile their camps in the midst of which I dwell.”
3 ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
4 And the children of Israel did so, and put them outside the camp; as the LORD spoke to Moses, so the children of Israel did.
4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.
5 Then the LORD spoke to Moses, saying,
5 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
6 “Speak to the children of Israel: ‘When a man or woman commits any sin that men commit in unfaithfulness against the LORD, and that person is guilty,
6 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἀνὴρ ἢ γυνή, ὅς τις ἂν ποιήσῃ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,
7 then he shall confess the sin which he has committed. He shall make restitution for his trespass in full, plus one-fifth of it, and give it to the one he has wronged.
7 ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησε, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ' αὐτό, καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ.
8 But if the man has no relative to whom restitution may be made for the wrong, the restitution for the wrong must go to the LORD for the priest, in addition to the ram of the atonement with which atonement is made for him.
8 ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι' οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
9 Every offering of all the holy things of the children of Israel, which they bring to the priest, shall be his.
9 καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἐὰν προσφέρωσι Κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται.
10 And every man’s holy things shall be his; whatever any man gives the priest shall be his.’ ”
10 καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται· καὶ ἀνήρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
11 And the LORD spoke to Moses, saying,
11 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
12 “Speak to the children of Israel, and say to them: ‘If any man’s wife goes astray and behaves unfaithfully toward him,
12 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνδρὸς ἀνδρός, ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν
13 and a man lies with her carnally, and it is hidden from the eyes of her husband, and it is concealed that she has defiled herself, and there was no witness against her, nor was she caught—
13 καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,
14 if the spirit of jealousy comes upon him and he becomes jealous of his wife, who has defiled herself; or if the spirit of jealousy comes upon him and he becomes jealous of his wife, although she has not defiled herself—
14 καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη,
15 then the man shall bring his wife to the priest. He shall bring the offering required for her, one-tenth of an ephah of barley meal; he shall pour no oil on it and put no frankincense on it, because it is a grain offering of jealousy, an offering for remembering, for bringing iniquity to remembrance.
15 καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.
16 ‘And the priest shall bring her near, and set her before the LORD.
16 καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι Κυρίου,
17 The priest shall take holy water in an earthen vessel, and take some of the dust that is on the floor of the tabernacle and put it into the water.
17 καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ.
18 Then the priest shall stand the woman before the LORD, uncover the woman’s head, and put the offering for remembering in her hands, which is the grain offering of jealousy. And the priest shall have in his hand the bitter water that brings a curse.
18 καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας, ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
19 And the priest shall put her under oath, and say to the woman, “If no man has lain with you, and if you have not gone astray to uncleanness while under your husband’s authority, be free from this bitter water that brings a curse.
19 καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεύς, καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου·
20 But if you have gone astray while under your husband’s authority, and if you have defiled yourself and some man other than your husband has lain with you”—
20 εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ μεμίανσαι καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοί, πλὴν τοῦ ἀνδρός σου·
21 then the priest shall put the woman under the oath of the curse, and he shall say to the woman— “the LORD make you a curse and an oath among your people, when the LORD makes your thigh rot and your belly swell;
21 καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην,
22 and may this water that causes the curse go into your stomach, and make your belly swell and your thigh rot.” ‘ Then the woman shall say, “Amen, so be it.”
22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή· γένοιτο, γένοιτο.
23 ‘Then the priest shall write these curses in a book, and he shall scrape them off into the bitter water.
23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου.
24 And he shall make the woman drink the bitter water that brings a curse, and the water that brings the curse shall enter her to become bitter.
24 καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
25 Then the priest shall take the grain offering of jealousy from the woman’s hand, shall wave the offering before the LORD, and bring it to the altar;
25 καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον,
26 and the priest shall take a handful of the offering, as its memorial portion, burn it on the altar, and afterward make the woman drink the water.
26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
27 When he has made her drink the water, then it shall be, if she has defiled herself and behaved unfaithfully toward her husband, that the water that brings a curse will enter her and become bitter, and her belly will swell, her thigh will rot, and the woman will become a curse among her people.
27 καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθη τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς.
28 But if the woman has not defiled herself, and is clean, then she shall be free and may conceive children.
28 ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
29 ‘This is the law of jealousy, when a wife, while under her husband’s authority, goes astray and defiles herself,
29 οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἂν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ·
30 or when the spirit of jealousy comes upon a man, and he becomes jealous of his wife; then he shall stand the woman before the LORD, and the priest shall execute all this law upon her.
30 ἢ ἄνθρωπος, ᾧ ἐὰν ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσῃ τὴν γυναῖκα αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσῃ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·
31 Then the man shall be free from iniquity, but that woman shall bear her guilt.’ ”
31 καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήψεται τὴν ἁμαρτίαν αὐτῆς.
NKJV translation