en
Old Testament
1 Now the chief fathers of the families of the children of Gilead the son of Machir, the son of Manasseh, of the families of the sons of Joseph, came near and spoke before Moses and before the leaders, the chief fathers of the children of Israel.
1 ΚΑΙ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ ἐκ τῆς φυλῆς υἱῶν Ἰωσὴφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν τῶν υἱῶν Ἰσραὴλ
2 And they said: “The LORD commanded my lord Moses to give the land as an inheritance by lot to the children of Israel, and my lord was commanded by the LORD to give the inheritance of our brother Zelophehad to his daughters.
2 καὶ εἶπαν· τῷ κυρίῳ ἡμῶν ἐνετείλατο Κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ἰσραήλ, καὶ τῷ κυρίῳ συνέταξε Κύριος δοῦναι τὴν κληρονομίαν Σαλπαὰδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ.
3 Now if they are married to any of the sons of the other tribes of the children of Israel, then their inheritance will be taken from the inheritance of our fathers, and it will be added to the inheritance of the tribe into which they marry; so it will be taken from the lot of our inheritance.
3 καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ἰσραὴλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται.
4 And when the Jubilee of the children of Israel comes, then their inheritance will be added to the inheritance of the tribe into which they marry; so their inheritance will be taken away from the inheritance of the tribe of our fathers.”
4 ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ἰσραήλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν.
5 Then Moses commanded the children of Israel according to the word of the LORD, saying: “What the tribe of the sons of Joseph speaks is right.
5 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ διὰ προστάγματος Κυρίου λέγων· οὕτως φυλὴ υἱῶν Ἰωσὴφ λέγουσι·
6 This is what the LORD commands concerning the daughters of Zelophehad, saying, ‘Let them marry whom they think best, but they may marry only within the family of their father’s tribe.’
6 τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος τοῖς θυγατράσι Σαλπαάδ, λέγων· οὗ ἀρέσκῃ ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες,
7 So the inheritance of the children of Israel shall not change hands from tribe to tribe, for every one of the children of Israel shall keep the inheritance of the tribe of his fathers.
7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ.
8 And every daughter who possesses an inheritance in any tribe of the children of Israel shall be the wife of one of the family of her father’s tribe, so that the children of Israel each may possess the inheritance of his fathers.
8 καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ἰσραὴλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ·
9 Thus no inheritance shall change hands from one tribe to another, but every tribe of the children of Israel shall keep its own inheritance.”
9 καὶ οὐ περιστραφήσεται ὁ κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλ' ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ἰσραήλ.
10 Just as the LORD commanded Moses, so did the daughters of Zelophehad;
10 ὃν τρόπον συνέταξε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατράσι Σαλπαάδ,
11 for Mahlah, Tirzah, Hoglah, Milcah, and Noah, the daughters of Zelophehad, were married to the sons of their father’s brothers.
11 καὶ ἐγένοντο Θερσὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Νούα καὶ Μαλαὰ θυγατέρες Σαλπαὰδ τοῖς ἀνεψιοῖς αὐτῶν·
12 They were married into the families of the children of Manasseh the son of Joseph, and their inheritance remained in the tribe of their father’s family.
12 ἐκ τοῦ δήμου τοῦ Μανασσῆ υἱῶν Ἰωσὴφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
13 These are the commandments and the judgments which the LORD commanded the children of Israel by the hand of Moses in the plains of Moab by the Jordan, across from Jericho.
13 Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
NKJV translation