en
Old Testament
1 And the LORD spoke to Moses, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Take vengeance on the Midianites for the children of Israel. Afterward you shall be gathered to your people.”
2 ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου.
3 So Moses spoke to the people, saying, “Arm some of yourselves for war, and let them go against the Midianites to take vengeance for the LORD on Midian.
3 καὶ ἐλάλησε Μωυσῆς πρὸς τὸν λαὸν λέγων· ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι Κυρίου ἐπὶ Μαδιὰν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ Κυρίου τῇ Μαδιάν·
4 A thousand from each tribe of all the tribes of Israel you shall send to the war.”
4 χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ ἀποστείλατε παρατάξασθαι.
5 So there were recruited from the divisions of Israel one thousand from each tribe, twelve thousand armed for war.
5 καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραὴλ χιλίους ἐκ φυλῆς, δώδεκα χιλιάδας ἐνωπλισμένοι εἰς παράταξιν.
6 Then Moses sent them to the war, one thousand from each tribe; he sent them to the war with Phinehas the son of Eleazar the priest, with the holy articles and the signal trumpets in his hand.
6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν.
7 And they warred against the Midianites, just as the LORD commanded Moses, and they killed all the males.
7 καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·
8 They killed the kings of Midian with the rest of those who were killed— Evi, Rekem, Zur, Hur, and Reba, the five kings of Midian. Balaam the son of Beor they also killed with the sword.
8 καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐὶν καὶ τὸν Ροκὸν καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβόκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ρομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν.
9 And the children of Israel took the women of Midian captive, with their little ones, and took as spoil all their cattle, all their flocks, and all their goods.
9 καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιὰν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·
10 They also burned with fire all the cities where they dwelt, and all their forts.
10 καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς κατοικίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί.
11 And they took all the spoil and all the booty—of man and beast.
11 καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν αὐτῶν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
12 Then they brought the captives, the booty, and the spoil to Moses, to Eleazar the priest, and to the congregation of the children of Israel, to the camp in the plains of Moab by the Jordan, across from Jericho.
12 καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
13 And Moses, Eleazar the priest, and all the leaders of the congregation, went to meet them outside the camp.
13 Καὶ ἐξῆλθε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς.
14 But Moses was angry with the officers of the army, with the captains over thousands and captains over hundreds, who had come from the battle.
14 καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου,
15 And Moses said to them: “Have you kept all the women alive?
15 καὶ εἶπεν αὐτοῖς Μωυσῆς· ἱνατί ἐζωγρήσατε πᾶν θῆλυ;
16 Look, these women caused the children of Israel, through the counsel of Balaam, to trespass against the LORD in the incident of Peor, and there was a plague among the congregation of the LORD.
16 αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ρῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ρῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
17 Now therefore, kill every male among the little ones, and kill every woman who has known a man intimately.
17 καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε·
18 But keep alive for yourselves all the young girls who have not known a man intimately.
18 καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.
19 And as for you, remain outside the camp seven days; whoever has killed any person, and whoever has touched any slain, purify yourselves and your captives on the third day and on the seventh day.
19 καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν·
20 Purify every garment, everything made of leather, everything woven of goats’ hair, and everything made of wood.”
20 καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε.
21 Then Eleazar the priest said to the men of war who had gone to the battle, “This is the ordinance of the law which the LORD commanded Moses:
21 καὶ εἶπεν Ἐλεάζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου· τοῦτο τὸ δικαίωμα τοῦ νόμου, ὃ συνέταξε Κύριος τῷ Μωυσῇ.
22 Only the gold, the silver, the bronze, the iron, the tin, and the lead,
22 πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,
23 everything that can endure fire, you shall put through the fire, and it shall be clean; and it shall be purified with the water of purification. But all that cannot endure fire you shall put through water.
23 πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ' ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι' ὕδατος.
24 And you shall wash your clothes on the seventh day and be clean, and afterward you may come into the camp.”
24 καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.
25 Now the LORD spoke to Moses, saying:
25 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
26 “Count up the plunder that was taken—of man and beast—you and Eleazar the priest and the chief fathers of the congregation;
26 λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς,
27 and divide the plunder into two parts, between those who took part in the war, who went out to battle, and all the congregation.
27 καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, καὶ ἀνὰ μέσον πάσης συναγωγῆς.
28 And levy a tribute for the LORD on the men of war who went out to battle: one of every five hundred of the persons, the cattle, the donkeys, and the sheep;
28 καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων·
29 take it from their half, and give it to Eleazar the priest as a heave offering to the LORD.
29 καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήψεσθε καὶ δώσεις Ἐλεάζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου.
30 And from the children of Israel’s half you shall take one of every fifty, drawn from the persons, the cattle, the donkeys, and the sheep, from all the livestock, and give them to the Levites who keep charge of the tabernacle of the LORD.”
30 καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήψῃ ἕνα ἀπὸ πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου.
31 So Moses and Eleazar the priest did as the LORD commanded Moses.
31 καὶ ἐποίησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
32 The booty remaining from the plunder, which the men of war had taken, was six hundred and seventy-five thousand sheep,
32 καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς, ὃ προενόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
33 seventy-two thousand cattle,
33 καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
34 sixty-one thousand donkeys,
34 καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
35 and thirty-two thousand persons in all, of women who had not known a man intimately.
35 καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν, αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες.
36 And the half, the portion for those who had gone out to war, was in number three hundred and thirty-seven thousand five hundred sheep;
36 καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια.
37 and the LORD’s tribute of the sheep was six hundred and seventy-five.
37 καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιαι ἑβδομήκοντα πέντε·
38 The cattle were thirty-six thousand, of which the LORD’s tribute was seventy-two.
38 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ δύο καὶ ἑβδομήκοντα·
39 The donkeys were thirty thousand five hundred, of which the LORD’s tribute was sixty-one.
39 καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα·
40 The persons were sixteen thousand, of which the LORD’s tribute was thirty-two persons.
40 καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.
41 So Moses gave the tribute which was the LORD’s heave offering to Eleazar the priest, as the LORD commanded Moses.
41 καὶ ἔδωκε Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ Θεοῦ Ἐλεάζαρ τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
42 And from the children of Israel’s half, which Moses separated from the men who fought—
42 ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραήλ, οὓς διεῖλε Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν.
43 now the half belonging to the congregation was three hundred and thirty-seven thousand five hundred sheep,
43 καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
44 thirty-six thousand cattle,
44 καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες,
45 thirty thousand five hundred donkeys,
45 ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
46 and sixteen thousand persons—
46 καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες.
47 and from the children of Israel’s half Moses took one of every fifty, drawn from man and beast, and gave them to the Levites, who kept charge of the tabernacle of the LORD, as the LORD commanded Moses.
47 καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσι τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
48 Then the officers who were over thousands of the army, the captains of thousands and captains of hundreds, came near to Moses;
48 Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωυσῆν·
49 and they said to Moses, “Your servants have taken a count of the men of war who are under our command, and not a man of us is missing.
49 οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ' ἡμῖν, καὶ οὐ διαπεφώνηκεν ἀπ' αὐτῶν οὐδὲ εἷς·
50 Therefore we have brought an offering for the LORD, what every man found of ornaments of gold: armlets and bracelets and signet rings and earrings and necklaces, to make atonement for ourselves before the LORD.”
50 καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ, ἀνὴρ ὃ εὗρε σκεῦος χρυσοῦν καὶ χλιδῶνα καὶ ψέλλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου.
51 So Moses and Eleazar the priest received the gold from them, all the fashioned ornaments.
51 καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ' αὐτῶν πᾶν σκεῦος εἰργασμένον·
52 And all the gold of the offering that they offered to the LORD, from the captains of thousands and captains of hundreds, was sixteen thousand seven hundred and fifty shekels.
52 καὶ ἐγένετο πᾶν τὸ χρυσίον τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον Κυρίῳ, ἑκκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων.
53 (The men of war had taken spoil, every man for himself.)
53 καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ.
54 And Moses and Eleazar the priest received the gold from the captains of thousands and of hundreds, and brought it into the tabernacle of meeting as a memorial for the children of Israel before the LORD.
54 καὶ ἔλαβε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου.
NKJV translation