en
Old Testament
1 Now these are the records of Aaron and Moses when the LORD spoke with Moses on Mount Sinai.
1 ΚΑΙ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινά.
2 And these are the names of the sons of Aaron: Nadab, the firstborn, and Abihu, Eleazar, and Ithamar.
2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιούδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
3 These are the names of the sons of Aaron, the anointed priests, whom he consecrated to minister as priests.
3 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.
4 Nadab and Abihu had died before the LORD when they offered profane fire before the LORD in the Wilderness of Sinai; and they had no children. So Eleazar and Ithamar ministered as priests in the presence of Aaron their father.
4 καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν.
5 And the LORD spoke to Moses, saying:
5 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
6 “Bring the tribe of Levi near, and present them before Aaron the priest, that they may serve him.
6 λάβε τὴν φυλὴν Λευὶ καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ,
7 And they shall attend to his needs and the needs of the whole congregation before the tabernacle of meeting, to do the work of the tabernacle.
7 καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς.
8 Also they shall attend to all the furnishings of the tabernacle of meeting, and to the needs of the children of Israel, to do the work of the tabernacle.
8 καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.
9 And you shall give the Levites to Aaron and his sons; they are given entirely to him from among the children of Israel.
9 καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
10 So you shall appoint Aaron and his sons, and they shall attend to their priesthood; but the outsider who comes near shall be put to death.”
10 καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
11 Then the LORD spoke to Moses, saying:
11 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
12 “Now behold, I Myself have taken the Levites from among the children of Israel instead of every firstborn who opens the womb among the children of Israel. Therefore the Levites shall be Mine,
12 καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται·
13 because all the firstborn are Mine. On the day that I struck all the firstborn in the land of Egypt, I sanctified to Myself all the firstborn in Israel, both man and beast. They shall be Mine: I am the LORD.”
13 ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ Κύριος.
14 Then the LORD spoke to Moses in the Wilderness of Sinai, saying:
14 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινὰ λέγων·
15 “Number the children of Levi by their fathers’ houses, by their families; you shall number every male from a month old and above.”
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς.
16 So Moses numbered them according to the word of the LORD, as he was commanded.
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος.
17 These were the sons of Levi by their names: Gershon, Kohath, and Merari.
17 καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, Καάθ, καὶ Μεραρί.
18 And these are the names of the sons of Gershon by their families: Libni and Shimei.
18 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γερσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ.
19 And the sons of Kohath by their families: Amram, Izehar, Hebron, and Uzziel.
19 καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ.
20 And the sons of Merari by their families: Mahli and Mushi. These are the families of the Levites by their fathers’ houses.
20 καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί. οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
21 From Gershon came the family of the Libnites and the family of the Shimites; these were the families of the Gershonites.
21 τῷ Γερσὼν δῆμος τοῦ Λοβενὶ καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι οἱ δῆμοι τοῦ Γεδσών.
22 Those who were numbered, according to the number of all the males from a month old and above—of those who were numbered there were seven thousand five hundred.
22 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.
23 The families of the Gershonites were to camp behind the tabernacle westward.
23 καὶ οἱ υἱοὶ Γερσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν,
24 And the leader of the father’s house of the Gershonites was Eliasaph the son of Lael.
24 καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσών, Ἑλισὰφ υἱὸς Δαήλ.
25 The duties of the children of Gershon in the tabernacle of meeting included the tabernacle, the tent with its covering, the screen for the door of the tabernacle of meeting,
25 καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
26 the screen for the door of the court, the hangings of the court which are around the tabernacle and the altar, and their cords, according to all the work relating to them.
26 καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.
27 From Kohath came the family of the Amramites, the family of the Izharites, the family of the Hebronites, and the family of the Uzzielites; these were the families of the Kohathites.
27 τῷ Καὰθ δῆμος ὁ Ἀμρὰν εἷς, καὶ δῆμος ὁ Ἰσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρὼν εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καάθ, κατὰ ἀριθμόν.
28 According to the number of all the males, from a month old and above, there were eight thousand six hundred keeping charge of the sanctuary.
28 πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἐξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.
29 The families of the children of Kohath were to camp on the south side of the tabernacle.
29 οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα,
30 And the leader of the fathers’ house of the families of the Kohathites was Elizaphan the son of Uzziel.
30 καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ Ἑλισαφάν, υἱὸς Ὀζιήλ.
31 Their duty included the ark, the table, the lampstand, the altars, the utensils of the sanctuary with which they ministered, the screen, and all the work relating to them.
31 καὶ ἡ φυλακὴ αὐτῶν, ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.
32 And Eleazar the son of Aaron the priest was to be chief over the leaders of the Levites, with oversight of those who kept charge of the sanctuary.
32 καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.
33 From Merari came the family of the Mahlites and the family of the Mushites; these were the families of Merari.
33 τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί.
34 And those who were numbered, according to the number of all the males from a month old and above, were six thousand two hundred.
34 ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·
35 The leader of the fathers’ house of the families of Merari was Zuriel the son of Abihail. These were to camp on the north side of the tabernacle.
35 καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρί, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βορρᾶν.
36 And the appointed duty of the children of Merari included the boards of the tabernacle, its bars, its pillars, its sockets, its utensils, all the work relating to them,
36 ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρί, τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
37 and the pillars of the court all around, with their sockets, their pegs, and their cords.
37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.
38 Moreover those who were to camp before the tabernacle on the east, before the tabernacle of meeting, were Moses, Aaron, and his sons, keeping charge of the sanctuary, to meet the needs of the children of Israel; but the outsider who came near was to be put to death.
38 οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
39 All who were numbered of the Levites, whom Moses and Aaron numbered at the commandment of the LORD, by their families, all the males from a month old and above, were twenty-two thousand.
39 πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.
40 Then the LORD said to Moses: “Number all the firstborn males of the children of Israel from a month old and above, and take the number of their names.
40 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λάβε τὸν ἀριθμὸν ἐξ ὀνόματος·
41 And you shall take the Levites for Me—I am the LORD—instead of all the firstborn among the children of Israel, and the livestock of the Levites instead of all the firstborn among the livestock of the children of Israel.”
41 καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ.
42 So Moses numbered all the firstborn among the children of Israel, as the LORD commanded him.
42 καὶ ἐπεσκέψατο Μωυσῆς, ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ·
43 And all the firstborn males, according to the number of names from a month old and above, of those who were numbered of them, were twenty-two thousand two hundred and seventy-three.
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.
44 Then the LORD spoke to Moses, saying:
44 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
45 “Take the Levites instead of all the firstborn among the children of Israel, and the livestock of the Levites instead of their livestock. The Levites shall be Mine: I am the LORD.
45 λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος.
46 And for the redemption of the two hundred and seventy-three of the firstborn of the children of Israel, who are more than the number of the Levites,
46 καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ,
47 you shall take five shekels for each one individually; you shall take them in the currency of the shekel of the sanctuary, the shekel of twenty gerahs.
47 καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσιν ὀβολοὺς τοῦ σίκλου,
48 And you shall give the money, with which the excess number of them is redeemed, to Aaron and his sons.”
48 καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.
49 So Moses took the redemption money from those who were over and above those who were redeemed by the Levites.
49 καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν,
50 From the firstborn of the children of Israel he took the money, one thousand three hundred and sixty-five shekels, according to the shekel of the sanctuary.
50 παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον.
51 And Moses gave their redemption money to Aaron and his sons, according to the word of the LORD, as the LORD commanded Moses.
51 καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
NKJV translation