en
Old Testament
1 Now the LORD spoke to Moses, saying,
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Command the children of Israel, and say to them, ‘My offering, My food for My offerings made by fire as a sweet aroma to Me, you shall be careful to offer to Me at their appointed time.’
2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων· τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου.
3 “And you shall say to them, ‘This is the offering made by fire which you shall offer to the LORD: two male lambs in their first year without blemish, day by day, as a regular burnt offering.
3 καὶ ἐρεῖς πρὸς αὐτούς· ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς,
4 The one lamb you shall offer in the morning, the other lamb you shall offer in the evening,
4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν·
5 and one-tenth of an ephah of fine flour as a grain offering mixed with one-fourth of a hin of pressed oil.
5 καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν.
6 It is a regular burnt offering which was ordained at Mount Sinai for a sweet aroma, an offering made by fire to the LORD.
6 ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ·
7 And its drink offering shall be one-fourth of a hin for each lamb; in a holy place you shall pour out the drink to the LORD as an offering.
7 καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῷ ἑνί, ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ.
8 The other lamb you shall offer in the evening; as the morning grain offering and its drink offering, you shall offer it as an offering made by fire, a sweet aroma to the LORD.
8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
9 ‘And on the Sabbath day two lambs in their first year, without blemish, and two-tenths of an ephah of fine flour as a grain offering, mixed with oil, with its drink offering—
9 Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν,
10 this is the burnt offering for every Sabbath, besides the regular burnt offering with its drink offering.
10 ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ.
11 ‘At the beginnings of your months you shall present a burnt offering to the LORD: two young bulls, one ram, and seven lambs in their first year, without blemish;
11 Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους,
12 three-tenths of an ephah of fine flour as a grain offering, mixed with oil, for each bull; two-tenths of an ephah of fine flour as a grain offering, mixed with oil, for the one ram;
12 τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί,
13 and one-tenth of an ephah of fine flour, mixed with oil, as a grain offering for each lamb, as a burnt offering of sweet aroma, an offering made by fire to the LORD.
13 δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ.
14 Their drink offering shall be half a hin of wine for a bull, one-third of a hin for a ram, and one-fourth of a hin for a lamb; this is the burnt offering for each month throughout the months of the year.
14 ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ τρίτον τοῦ ἲν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου. τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ.
15 Also one kid of the goats as a sin offering to the LORD shall be offered, besides the regular burnt offering and its drink offering.
15 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.
16 ‘On the fourteenth day of the first month is the Passover of the LORD.
16 Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πάσχα Κυρίῳ.
17 And on the fifteenth day of this month is the feast; unleavened bread shall be eaten for seven days.
17 καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
18 On the first day you shall have a holy convocation. You shall do no customary work.
18 καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
19 And you shall present an offering made by fire as a burnt offering to the LORD: two young bulls, one ram, and seven lambs in their first year. Be sure they are without blemish.
19 καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά, ἄμωμοι ἔσονται ὑμῖν·
20 Their grain offering shall be of fine flour mixed with oil: three-tenths of an ephah you shall offer for a bull, and two-tenths for a ram;
20 καὶ ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
21 you shall offer one-tenth of an ephah for each of the seven lambs;
21 δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνί, τοῖς ἑπτὰ ἀμνοῖς·
22 also one goat as a sin offering, to make atonement for you.
22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·
23 You shall offer these besides the burnt offering of the morning, which is for a regular burnt offering.
23 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ.
24 In this manner you shall offer the food of the offering made by fire daily for seven days, as a sweet aroma to the LORD; it shall be offered besides the regular burnt offering and its drink offering.
24 ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ.
25 And on the seventh day you shall have a holy convocation. You shall do no customary work.
25 καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.
26 ‘Also on the day of the firstfruits, when you bring a new grain offering to the LORD at your Feast of Weeks, you shall have a holy convocation. You shall do no customary work.
26 Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
27 You shall present a burnt offering as a sweet aroma to the LORD: two young bulls, one ram, and seven lambs in their first year,
27 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·
28 with their grain offering of fine flour mixed with oil: three-tenths of an ephah for each bull, two-tenths for the one ram,
28 ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
29 and one-tenth for each of the seven lambs;
29 δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνί, τοῖς ἑπτὰ ἀμνοῖς·
30 also one kid of the goats, to make atonement for you.
30 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·
31 Be sure they are without blemish. You shall present them with their drink offerings, besides the regular burnt offering with its grain offering.
31 πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι. ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.
NKJV translation