en
Old Testament
1 Now Israel remained in Acacia Grove, and the people began to commit harlotry with the women of Moab.
1 ΚΑΙ κατέλυσεν Ἰσραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ.
2 They invited the people to the sacrifices of their gods, and the people ate and bowed down to their gods.
2 καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.
3 So Israel was joined to Baal of Peor, and the anger of the LORD was aroused against Israel.
3 καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.
4 Then the LORD said to Moses, “Take all the leaders of the people and hang the offenders before the LORD, out in the sun, that the fierce anger of the LORD may turn away from Israel.”
4 καὶ εἶπε Κύριος τῷ Μωυσῇ· λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.
5 So Moses said to the judges of Israel, “Every one of you kill his men who were joined to Baal of Peor.”
5 καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ· ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.
6 And indeed, one of the children of Israel came and presented to his brethren a Midianite woman in the sight of Moses and in the sight of all the congregation of the children of Israel, who were weeping at the door of the tabernacle of meeting.
6 Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
7 Now when Phinehas the son of Eleazar, the son of Aaron the priest, saw it, he rose from among the congregation and took a javelin in his hand;
7 καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
8 and he went after the man of Israel into the tent and thrust both of them through, the man of Israel, and the woman through her body. So the plague was stopped among the children of Israel.
8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.
9 And those who died in the plague were twenty-four thousand.
9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
10 Then the LORD spoke to Moses, saying:
10 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
11 “Phinehas the son of Eleazar, the son of Aaron the priest, has turned back My wrath from the children of Israel, because he was zealous with My zeal among them, so that I did not consume the children of Israel in My zeal.
11 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.
12 Therefore say, ‘Behold, I give to him My covenant of peace;
12 οὕτως εἶπον· ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,
13 and it shall be to him and his descendants after him a covenant of an everlasting priesthood, because he was zealous for his God, and made atonement for the children of Israel.’ ”
13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ' ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.
14 Now the name of the Israelite who was killed, who was killed with the Midianite woman, was Zimri the son of Salu, a leader of a father’s house among the Simeonites.
14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ υἱὸς Σαλώ, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών·
15 And the name of the Midianite woman who was killed was Cozbi the daughter of Zur; he was head of the people of a father’s house in Midian.
15 καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους Ὀμμώθ, οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.
16 Then the LORD spoke to Moses, saying:
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων·
17 “Harass the Midianites, and attack them;
17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,
18 for they harassed you with their schemes by which they seduced you in the matter of Peor and in the matter of Cozbi, the daughter of a leader of Midian, their sister, who was killed in the day of the plague because of Peor.”
18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.
NKJV translation