en
Old Testament
1 The king of Arad, the Canaanite, who dwelt in the South, heard that Israel was coming on the road to Atharim. Then he fought against Israel and took some of them prisoners.
1 ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρείν, καὶ ἐπολέμησε πρὸς Ἰσραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν.
2 So Israel made a vow to the LORD, and said, “If You will indeed deliver this people into my hand, then I will utterly destroy their cities.”
2 καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
3 And the LORD listened to the voice of Israel and delivered up the Canaanites, and they utterly destroyed them and their cities. So the name of that place was called Hormah.
3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.
4 Then they journeyed from Mount Hor by the Way of the Red Sea, to go around the land of Edom; and the soul of the people became very discouraged on the way.
4 Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.
5 And the people spoke against God and against Moses: “Why have you brought us up out of Egypt to die in the wilderness? For there is no food and no water, and our soul loathes this worthless bread.”
5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ.
6 So the LORD sent fiery serpents among the people, and they bit the people; and many of the people of Israel died.
6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.
7 Therefore the people came to Moses, and said, “We have sinned, for we have spoken against the LORD and against you; pray to the LORD that He take away the serpents from us.” So Moses prayed for the people.
7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ.
8 Then the LORD said to Moses, “Make a fiery serpent, and set it on a pole; and it shall be that everyone who is bitten, when he looks at it, shall live.”
8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
9 So Moses made a bronze serpent, and put it on a pole; and so it was, if a serpent had bitten anyone, when he looked at the bronze serpent, he lived.
9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.
10 Now the children of Israel moved on and camped in Oboth.
10 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν Ὠβώθ.
11 And they journeyed from Oboth and camped at Ije Abarim, in the wilderness which is east of Moab, toward the sunrise.
11 καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ' ἀνατολὰς ἡλίου.
12 From there they moved and camped in the Valley of Zered.
12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ.
13 From there they moved and camped on the other side of the Arnon, which is in the wilderness that extends from the border of the Amorites; for the Arnon is the border of Moab, between Moab and the Amorites.
13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.
14 Therefore it is said in the Book of the Wars of the LORD: “Waheb in Suphah, The brooks of the Arnon,
14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους Ἀρνῶν,
15 And the slope of the brooks That reaches to the dwelling of Ar, And lies on the border of Moab.”
15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι Ἤρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.
16 From there they went to Beer, which is the well where the LORD said to Moses, “Gather the people together, and I will give them water.”
16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.
17 Then Israel sang this song: “Spring up, O well! All of you sing to it—
17 τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ,
18 The well the leaders sank, Dug by the nation’s nobles, By the lawgiver, with their staves.” And from the wilderness they went to Mattanah,
18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·
19 from Mattanah to Nahaliel, from Nahaliel to Bamoth,
19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
20 and from Bamoth, in the valley that is in the country of Moab, to the top of Pisgah which looks down on the wasteland.
20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς λέγων·
21 Then Israel sent messengers to Sihon king of the Amorites, saying,
21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα,
22 “Let me pass through your land. We will not turn aside into fields or vineyards; we will not drink water from wells. We will go by the King’s Highway until we have passed through your territory.”
22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.
23 But Sihon would not allow Israel to pass through his territory. So Sihon gathered all his people together and went out against Israel in the wilderness, and he came to Jahaz and fought against Israel.
23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ἰασσὰ καὶ παρετάξατο τῷ Ἰσραήλ.
24 Then Israel defeated him with the edge of the sword, and took possession of his land from the Arnon to the Jabbok, as far as the people of Ammon; for the border of the people of Ammon was fortified.
24 καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι.
25 So Israel took all these cities, and Israel dwelt in all the cities of the Amorites, in Heshbon and in all its villages.
25 καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων, ἐν Ἐσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.
26 For Heshbon was the city of Sihon king of the Amorites, who had fought against the former king of Moab, and had taken all his land from his hand as far as the Arnon.
26 ἔστι γὰρ Ἐσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν.
27 Therefore those who speak in proverbs say: “Come to Heshbon, let it be built; Let the city of Sihon be repaired.
27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
28 “For fire went out from Heshbon, A flame from the city of Sihon; It consumed Ar of Moab, The lords of the heights of the Arnon.
28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνῶν.
29 Woe to you, Moab! You have perished, O people of Chemosh! He has given his sons as fugitives, And his daughters into captivity, To Sihon king of the Amorites.
29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών·
30 “But we have shot at them; Heshbon has perished as far as Dibon. Then we laid waste as far as Nophah, Which reaches to Medeba.”
30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
31 Thus Israel dwelt in the land of the Amorites.
31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων.
32 Then Moses sent to spy out Jazer; and they took its villages and drove out the Amorites who were there.
32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.
33 And they turned and went up by the way to Bashan. So Og king of Bashan went out against them, he and all his people, to battle at Edrei.
33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν.
34 Then the LORD said to Moses, “Do not fear him, for I have delivered him into your hand, with all his people and his land; and you shall do to him as you did to Sihon king of the Amorites, who dwelt at Heshbon.”
34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών.
35 So they defeated him, his sons, and all his people, until there was no survivor left him; and they took possession of his land.
35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.
NKJV translation