en
Old Testament
1 And the LORD spoke to Moses and Aaron, saying:
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
2 “Everyone of the children of Israel shall camp by his own standard, beside the emblems of his father’s house; they shall camp some distance from the tabernacle of meeting.
2 ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.
3 On the east side, toward the rising of the sun, those of the standard of the forces with Judah shall camp according to their armies; and Nahshon the son of Amminadab shall be the leader of the children of Judah.”
3 καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ·
4 And his army was numbered at seventy-four thousand six hundred.
4 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
5 “Those who camp next to him shall be the tribe of Issachar, and Nethanel the son of Zuar shall be the leader of the children of Issachar.”
5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
6 And his army was numbered at fifty-four thousand four hundred.
6 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
7 “Then comes the tribe of Zebulun, and Eliab the son of Helon shall be the leader of the children of Zebulun.”
7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, Ἑλιὰβ υἱὸς Χαιλών·
8 And his army was numbered at fifty-seven thousand four hundred.
8 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
9 “All who were numbered according to their armies of the forces with Judah, one hundred and eighty-six thousand four hundred— these shall break camp first.
9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
10 “On the south side shall be the standard of the forces with Reuben according to their armies, and the leader of the children of Reuben shall be Elizur the son of Shedeur.”
10 τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ·
11 And his army was numbered at forty-six thousand five hundred.
11 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
12 “Those who camp next to him shall be the tribe of Simeon, and the leader of the children of Simeon shall be Shelumiel the son of Zurishaddai.”
12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
13 And his army was numbered at fifty-nine thousand three hundred.
13 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
14 “Then comes the tribe of Gad, and the leader of the children of Gad shall be Eliasaph the son of Reuel.”
14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, Ἑλισὰφ υἱὸς Ραγουήλ·
15 And his army was numbered at forty-five thousand six hundred and fifty.
15 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
16 “All who were numbered according to their armies of the forces with Reuben, one hundred and fifty-one thousand four hundred and fifty— they shall be the second to break camp.
16 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
17 “And the tabernacle of meeting shall move out with the camp of the Levites in the middle of the camps; as they camp, so they shall move out, everyone in his place, by their standards.
17 καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίας.
18 “On the west side shall be the standard of the forces with Ephraim according to their armies, and the leader of the children of Ephraim shall be Elishama the son of Ammihud.”
18 Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ·
19 And his army was numbered at forty thousand five hundred.
19 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
20 “Next to him comes the tribe of Manasseh, and the leader of the children of Manasseh shall be Gamaliel the son of Pedahzur.”
20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
21 And his army was numbered at thirty-two thousand two hundred.
21 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
22 “Then comes the tribe of Benjamin, and the leader of the children of Benjamin shall be Abidan the son of Gideoni.”
22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί·
23 And his army was numbered at thirty-five thousand four hundred.
23 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
24 “All who were numbered according to their armies of the forces with Ephraim, one hundred and eight thousand one hundred— they shall be the third to break camp.
24 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
25 “The standard of the forces with Dan shall be on the north side according to their armies, and the leader of the children of Dan shall be Ahiezer the son of Ammishaddai.”
25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί·
26 And his army was numbered at sixty-two thousand seven hundred.
26 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
27 “Those who camp next to him shall be the tribe of Asher, and the leader of the children of Asher shall be Pagiel the son of Ocran.”
27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν·
28 And his army was numbered at forty-one thousand five hundred.
28 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
29 “Then comes the tribe of Naphtali, and the leader of the children of Naphtali shall be Ahira the son of Enan.”
29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν·
30 And his army was numbered at fifty-three thousand four hundred.
30 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
31 “All who were numbered of the forces with Dan, one hundred and fifty-seven thousand six hundred— they shall break camp last, with their standards.”
31 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
32 These are the ones who were numbered of the children of Israel by their fathers’ houses. All who were numbered according to their armies of the forces were six hundred and three thousand five hundred and fifty.
32 αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
33 But the Levites were not numbered among the children of Israel, just as the LORD commanded Moses.
33 οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
34 Thus the children of Israel did according to all that the LORD commanded Moses; so they camped by their standards and so they broke camp, each one by his family, according to their fathers’ houses.
34 καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
NKJV translation