en
Old Testament
1 Then the LORD said to Aaron: “You and your sons and your father’s house with you shall bear the iniquity related to the sanctuary, and you and your sons with you shall bear the iniquity associated with your priesthood.
1 ΚΑΙ εἶπε Κύριος πρὸς Ἀαρὼν λέγων· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.
2 Also bring with you your brethren of the tribe of Levi, the tribe of your father, that they may be joined with you and serve you while you and your sons are with you before the tabernacle of witness.
2 καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευί, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.
3 They shall attend to your needs and all the needs of the tabernacle; but they shall not come near the articles of the sanctuary and the altar, lest they die—they and you also.
3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.
4 They shall be joined with you and attend to the needs of the tabernacle of meeting, for all the work of the tabernacle; but an outsider shall not come near you.
4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.
5 And you shall attend to the duties of the sanctuary and the duties of the altar, that there may be no more wrath on the children of Israel.
5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.
6 Behold, I Myself have taken your brethren the Levites from among the children of Israel; they are a gift to you, given by the LORD, to do the work of the tabernacle of meeting.
6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·
7 Therefore you and your sons with you shall attend to your priesthood for everything at the altar and behind the veil; and you shall serve. I give your priesthood to you as a gift for service, but the outsider who comes near shall be put to death.”
7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.
8 And the LORD spoke to Aaron: “Here, I Myself have also given you charge of My heave offerings, all the holy gifts of the children of Israel; I have given them as a portion to you and your sons, as an ordinance forever.
8 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών· καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον.
9 This shall be yours of the most holy things reserved from the fire: every offering of theirs, every grain offering and every sin offering and every trespass offering which they render to Me, shall be most holy for you and your sons.
9 καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καί τοῖς υἱοῖς σου.
10 In a most holy place you shall eat it; every male shall eat it. It shall be holy to you.
10 ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.
11 “This also is yours: the heave offering of their gift, with all the wave offerings of the children of Israel; I have given them to you, and your sons and daughters with you, as an ordinance forever. Everyone who is clean in your house may eat it.
11 καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
12 “All the best of the oil, all the best of the new wine and the grain, their firstfruits which they offer to the LORD, I have given them to you.
12 πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά.
13 Whatever first ripe fruit is in their land, which they bring to the LORD, shall be yours. Everyone who is clean in your house may eat it.
13 τὰ πρωτογεννήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
14 “Every devoted thing in Israel shall be yours.
14 πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται.
15 “Everything that first opens the womb of all flesh, which they bring to the LORD, whether man or beast, shall be yours; nevertheless the firstborn of man you shall surely redeem, and the firstborn of unclean animals you shall redeem.
15 καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.
16 And those redeemed of the devoted things you shall redeem when one month old, according to your valuation, for five shekels of silver, according to the shekel of the sanctuary, which is twenty gerahs.
16 καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσιν ὀβολοί εἰσι.
17 But the firstborn of a cow, the firstborn of a sheep, or the firstborn of a goat you shall not redeem; they are holy. You shall sprinkle their blood on the altar, and burn their fat as an offering made by fire for a sweet aroma to the LORD.
17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ, ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ,
18 And their flesh shall be yours, just as the wave breast and the right thigh are yours.
18 καὶ τὰ κρέα ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται.
19 “All the heave offerings of the holy things, which the children of Israel offer to the LORD, I have given to you and your sons and daughters with you as an ordinance forever; it is a covenant of salt forever before the LORD with you and your descendants with you.”
19 πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.
20 Then the LORD said to Aaron: “You shall have no inheritance in their land, nor shall you have any portion among them; I am your portion and your inheritance among the children of Israel.
20 Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών· ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.
21 “Behold, I have given the children of Levi all the tithes in Israel as an inheritance in return for the work which they perform, the work of the tabernacle of meeting.
21 καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
22 Hereafter the children of Israel shall not come near the tabernacle of meeting, lest they bear sin and die.
22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.
23 But the Levites shall perform the work of the tabernacle of meeting, and they shall bear their iniquity; it shall be a statute forever, throughout your generations, that among the children of Israel they shall have no inheritance.
23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν·
24 For the tithes of the children of Israel, which they offer up as a heave offering to the LORD, I have given to the Levites as an inheritance; therefore I have said to them, ‘Among the children of Israel they shall have no inheritance.’ ”
24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραήλ, ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον.
25 Then the LORD spoke to Moses, saying,
25 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
26 “Speak thus to the Levites, and say to them: ‘When you take from the children of Israel the tithes which I have given you from them as your inheritance, then you shall offer up a heave offering of it to the LORD, a tenth of the tithe.
26 καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα Κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.
27 And your heave offering shall be reckoned to you as though it were the grain of the threshing floor and as the fullness of the winepress.
27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.
28 Thus you shall also offer a heave offering to the LORD from all your tithes which you receive from the children of Israel, and you shall give the LORD’s heave offering from it to Aaron the priest.
28 οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα Κυρίῳ Ἀαρὼν τῷ ἱερεῖ.
29 Of all your gifts you shall offer up every heave offering due to the LORD, from all the best of them, the consecrated part of them.’
29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ.
30 Therefore you shall say to them: ‘When you have lifted up the best of it, then the rest shall be accounted to the Levites as the produce of the threshing floor and as the produce of the winepress.
30 καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ.
31 You may eat it in any place, you and your households, for it is your reward for your work in the tabernacle of meeting.
31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
32 And you shall bear no sin because of it, when you have lifted up the best of it. But you shall not profane the holy gifts of the children of Israel, lest you die.’ ”
32 καὶ οὐ λήψεσθε δι' αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.
NKJV translation