en
Old Testament
1 And the LORD spoke to Moses, saying:
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν
2 “Speak to the children of Israel, and get from them a rod from each father’s house, all their leaders according to their fathers’ houses—twelve rods. Write each man’s name on his rod.
2 καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα· ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ,
3 And you shall write Aaron’s name on the rod of Levi. For there shall be one rod for the head of each father’s house.
3 ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.
4 Then you shall place them in the tabernacle of meeting before the Testimony, where I meet with you.
4 καὶ ἔλαβεν Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
5 And it shall be that the rod of the man whom I choose will blossom; thus I will rid Myself of the complaints of the children of Israel, which they make against you.”
5 μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
6 So Moses spoke to the children of Israel, and each of their leaders gave him a rod apiece, for each leader according to their fathers’ houses, twelve rods; and the rod of Aaron was among their rods.
6 Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν λέγοντες· ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.
7 And Moses placed the rods before the LORD in the tabernacle of witness.
7 καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα Κυρίου.
8 Now it came to pass on the next day that Moses went into the tabernacle of witness, and behold, the rod of Aaron, of the house of Levi, had sprouted and put forth buds, had produced blossoms and yielded ripe almonds.
8 καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.
9 Then Moses brought out all the rods from before the LORD to all the children of Israel; and they looked, and each man took his rod.
9 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
10 And the LORD said to Moses, “Bring Aaron’s rod back before the Testimony, to be kept as a sign against the rebels, that you may put their complaints away from Me, lest they die.”
10 ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
11 Thus did Moses; just as the LORD had commanded him, so he did.
11 καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· λάβε τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.
12 So the children of Israel spoke to Moses, saying, “Surely we die, we perish, we all perish!
12 καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
13 Whoever even comes near the tabernacle of the LORD must die. Shall we all utterly die?”
13 καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.
14 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.
15 καὶ ἐπέστρεψεν Ἀαρών πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
17 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ λάβε παρ' αὐτῶν ράβδον ράβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ράβδου.
18 καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ράβδου Λευί· ἔστι γὰρ ράβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.
19 καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
20 καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἂν ἐκλέξωμαι αὐτόν, ἡ ράβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν.
21 καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ράβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ράβδον κατ' ἄρχοντα, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἡ ράβδος Ἀαρὼν ἀνὰ μέσον τῶν ράβδων αὐτῶν.
22 καὶ ἀπέθηκε Μωυσῆς τὰς ράβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
23 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ράβδος Ἀαρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα.
24 καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ράβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ράβδον αὐτοῦ.
25 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀπόθες τὴν ράβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.
26 καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρών, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
27 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν λέγοντες· ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
28 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
NKJV translation