en
Old Testament
1 And the LORD spoke to Moses, saying,
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Speak to the children of Israel, and say to them: ‘When you have come into the land you are to inhabit, which I am giving to you,
2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοῦς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,
3 and you make an offering by fire to the LORD, a burnt offering or a sacrifice, to fulfill a vow or as a freewill offering or in your appointed feasts, to make a sweet aroma to the LORD, from the herd or the flock,
3 καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων,
4 then he who presents his offering to the LORD shall bring a grain offering of one-tenth of an ephah of fine flour mixed with one-fourth of a hin of oil;
4 καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν·
5 and one-fourth of a hin of wine as a drink offering you shall prepare with the burnt offering or the sacrifice, for each lamb.
5 καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.
6 Or for a ram you shall prepare as a grain offering two-tenths of an ephah of fine flour mixed with one-third of a hin of oil;
6 καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ἴν·
7 and as a drink offering you shall offer one-third of a hin of wine as a sweet aroma to the LORD.
7 καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
8 And when you prepare a young bull as a burnt offering, or as a sacrifice to fulfill a vow, or as a peace offering to the LORD,
8 ἐὰν δέ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλῦναι εὐχήν, ἢ εἰς σωτήριον Κυρίῳ,
9 then shall be offered with the young bull a grain offering of three-tenths of an ephah of fine flour mixed with half a hin of oil;
9 καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν
10 and you shall bring as the drink offering half a hin of wine as an offering made by fire, a sweet aroma to the LORD.
10 καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ.
11 ‘Thus it shall be done for each young bull, for each ram, or for each lamb or young goat.
11 οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·
12 According to the number that you prepare, so you shall do with everyone according to their number.
12 κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν.
13 All who are native-born shall do these things in this manner, in presenting an offering made by fire, a sweet aroma to the LORD.
13 πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
14 And if a stranger dwells with you, or whoever is among you throughout your generations, and would present an offering made by fire, a sweet aroma to the LORD, just as you do, so shall he do.
14 ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ.
15 One ordinance shall be for you of the assembly and for the stranger who dwells with you, an ordinance forever throughout your generations; as you are, so shall the stranger be before the LORD.
15 νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου.
16 One law and one custom shall be for you and for the stranger who dwells with you.’ ”
16 νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.
17 Again the LORD spoke to Moses, saying,
17 Καί ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
18 “Speak to the children of Israel, and say to them: ‘When you come into the land to which I bring you,
18 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,
19 then it will be, when you eat of the bread of the land, that you shall offer up a heave offering to the LORD.
19 καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν
20 You shall offer up a cake of the first of your ground meal as a heave offering; as a heave offering of the threshing floor, so shall you offer it up.
20 ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν,
21 Of the first of your ground meal you shall give to the LORD a heave offering throughout your generations.
21 ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.
22 ‘If you sin unintentionally, and do not observe all these commandments which the LORD has spoken to Moses—
22 ¨Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωυσῆν,
23 all that the LORD has commanded you by the hand of Moses, from the day the LORD gave commandment and onward throughout your generations—
23 καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,
24 then it will be, if it is unintentionally committed, without the knowledge of the congregation, that the whole congregation shall offer one young bull as a burnt offering, as a sweet aroma to the LORD, with its grain offering and its drink offering, according to the ordinance, and one kid of the goats as a sin offering.
24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
25 So the priest shall make atonement for the whole congregation of the children of Israel, and it shall be forgiven them, for it was unintentional; they shall bring their offering, an offering made by fire to the LORD, and their sin offering before the LORD, for their unintended sin.
25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστι, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν.
26 It shall be forgiven the whole congregation of the children of Israel and the stranger who dwells among them, because all the people did it unintentionally.
26 καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.
27 ‘And if a person sins unintentionally, then he shall bring a female goat in its first year as a sin offering.
27 ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,
28 So the priest shall make atonement for the person who sins unintentionally, when he sins unintentionally before the LORD, to make atonement for him; and it shall be forgiven him.
28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ.
29 You shall have one law for him who sins unintentionally, for him who is native-born among the children of Israel and for the stranger who dwells among them.
29 τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.
30 ‘But the person who does anything presumptuously, whether he is native-born or a stranger, that one brings reproach on the LORD, and he shall be cut off from among his people.
30 καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,
31 Because he has despised the word of the LORD, and has broken His commandment, that person shall be completely cut off; his guilt shall be upon him.’ ”
31 ὅτι τὸ ρῆμα Κυρίου ἐφαύλισε καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
32 Now while the children of Israel were in the wilderness, they found a man gathering sticks on the Sabbath day.
32 Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.
33 And those who found him gathering sticks brought him to Moses and Aaron, and to all the congregation.
33 καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.
34 They put him under guard, because it had not been explained what should be done to him.
34 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.
35 Then the LORD said to Moses, “The man must surely be put to death; all the congregation shall stone him with stones outside the camp.”
35 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.
36 So, as the LORD commanded Moses, all the congregation brought him outside the camp and stoned him with stones, and he died.
36 καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
37 Again the LORD spoke to Moses, saying,
37 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
38 “Speak to the children of Israel: Tell them to make tassels on the corners of their garments throughout their generations, and to put a blue thread in the tassels of the corners.
38 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.
39 And you shall have the tassel, that you may look upon it and remember all the commandments of the LORD and do them, and that you may not follow the harlotry to which your own heart and your own eyes are inclined,
39 καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,
40 and that you may remember and do all My commandments, and be holy for your God.
40 ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν.
41 I am the LORD your God, who brought you out of the land of Egypt, to be your God: I am the LORD your God.”
41 ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγωγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
NKJV translation