en
Old Testament
1 Now on the twenty-fourth day of this month the children of Israel were assembled with fasting, in sackcloth, and with dust on their heads.
1 ΚΑΙ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις καὶ σποδῷ ἐπὶ κεφαλῆς αὐτῶν.
2 Then those of Israelite lineage separated themselves from all foreigners; and they stood and confessed their sins and the iniquities of their fathers.
2 καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν.
3 And they stood up in their place and read from the Book of the Law of the LORD their God for one–fourth of the day; and for another fourth they confessed and worshiped the LORD their God.
3 καὶ ἔστησαν ἐπὶ τῇ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου Κυρίου Θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ Κυρίῳ καὶ προσκυνοῦντες τῷ Κυρίῳ Θεῷ αὐτῶν.
4 Then Jeshua, Bani, Kadmiel, Shebaniah, Bunni, Sherebiah, Bani, and Chenani stood on the stairs of the Levites and cried out with a loud voice to the LORD their God.
4 καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς καὶ οἱ υἱοὶ Καδμιήλ, Σεχενία υἱὸς Σαραβία, υἱοὶ Χωνενὶ καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν Θεὸν αὐτῶν.
5 And the Levites, Jeshua, Kadmiel, Bani, Hashabniah, Sherebiah, Hodijah, Shebaniah, and Pethahiah, said: “Stand up and bless the LORD your God Forever and ever! “Blessed be Your glorious name, Which is exalted above all blessing and praise!
5 καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιήλ· ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν Θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει.
6 You alone are the LORD; You have made heaven, The heaven of heavens, with all their host, The earth and everything on it, The seas and all that is in them, And You preserve them all. The host of heaven worships You.
6 καὶ εἶπεν Ἔσδρας· σὺ εἶ αὐτὸς Κύριος μόνος, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν.
7 “You are the LORD God, Who chose Abram, And brought him out of Ur of the Chaldeans, And gave him the name Abraham;
7 σὺ εἶ Κύριος ὁ Θεός· σὺ ἐξελέξω ἐν ¨Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα Ἁβραάμ·
8 You found his heart faithful before You, And made a covenant with him To give the land of the Canaanites, The Hittites, the Amorites, The Perizzites, the Jebusites, And the Girgashites— To give it to his descendants. You have performed Your words, For You are righteous.
8 καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ.
9 “You saw the affliction of our fathers in Egypt, And heard their cry by the Red Sea.
9 καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν.
10 You showed signs and wonders against Pharaoh, Against all his servants, And against all the people of his land. For You knew that they acted proudly against them. So You made a name for Yourself, as it is this day.
10 καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ' αὐτούς, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη.
11 And You divided the sea before them, So that they went through the midst of the sea on the dry land; And their persecutors You threw into the deep, As a stone into the mighty waters.
11 καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.
12 Moreover You led them by day with a cloudy pillar, And by night with a pillar of fire, To give them light on the road Which they should travel.
12 καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
13 “You came down also on Mount Sinai, And spoke with them from heaven, And gave them just ordinances and true laws, Good statutes and commandments.
13 καὶ ἐπὶ ὄρος Σινὰ κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς·
14 You made known to them Your holy Sabbath, And commanded them precepts, statutes and laws, By the hand of Moses Your servant.
14 καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου.
15 You gave them bread from heaven for their hunger, And brought them water out of the rock for their thirst, And told them to go in to possess the land Which You had sworn to give them.
15 καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτίαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν. καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν, ἐφ' ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς.
16 “But they and our fathers acted proudly, Hardened their necks, And did not heed Your commandments.
16 καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου·
17 They refused to obey, And they were not mindful of Your wonders That You did among them. But they hardened their necks, And in their rebellion They appointed a leader To return to their bondage. But You are God, Ready to pardon, Gracious and merciful, Slow to anger, Abundant in kindness, And did not forsake them.
17 καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου, ὧν ἐποίησας μετ' αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ. καὶ σὺ ὁ Θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς.
18 “Even when they made a molded calf for themselves, And said, ‘This is your god That brought you up out of Egypt,’ And worked great provocations,
18 ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν· οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.
19 Yet in Your manifold mercies You did not forsake them in the wilderness. The pillar of the cloud did not depart from them by day, To lead them on the road; Nor the pillar of fire by night, To show them light, And the way they should go.
19 καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ' αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
20 You also gave Your good Spirit to instruct them, And did not withhold Your manna from their mouth, And gave them water for their thirst.
20 καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μάννα σου οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς ἐν τῷ δίψει αὐτῶν.
21 Forty years You sustained them in the wilderness; They lacked nothing; Their clothes did not wear out And their feet did not swell.
21 καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐχ ὑστέρησας αὐτοῖς οὐδέν· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν.
22 “Moreover You gave them kingdoms and nations, And divided them into districts. So they took possession of the land of Sihon, The land of the king of Heshbon, And the land of Og king of Bashan.
22 καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς ἐμέρισας αὐτοῖς, καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν βασιλέως Ἐσεβὼν καὶ τὴν γῆν Ὢγ βασιλέως τοῦ Βασάν.
23 You also multiplied their children as the stars of heaven, And brought them into the land Which You had told their fathers To go in and possess.
23 καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν.
24 So the people went in And possessed the land; You subdued before them the inhabitants of the land, The Canaanites, And gave them into their hands, With their kings And the people of the land, That they might do with them as they wished.
24 καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν.
25 And they took strong cities and a rich land, And possessed houses full of all goods, Cisterns already dug, vineyards, olive groves, And fruit trees in abundance. So they ate and were filled and grew fat, And delighted themselves in Your great goodness.
25 καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.
26 “Nevertheless they were disobedient And rebelled against You, Cast Your law behind their backs And killed Your prophets, who testified against them To turn them to Yourself; And they worked great provocations.
26 καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρός σε, καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.
27 Therefore You delivered them into the hand of their enemies, Who oppressed them; And in the time of their trouble, When they cried to You, You heard from heaven; And according to Your abundant mercies You gave them deliverers who saved them From the hand of their enemies.
27 καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρός σε ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς.
28 “But after they had rest, They again did evil before You. Therefore You left them in the hand of their enemies, So that they had dominion over them; Yet when they returned and cried out to You, You heard from heaven; And many times You delivered them according to Your mercies,
28 καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς· καὶ πάλιν ἀνεβόησαν πρός σε, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς.
29 And testified against them, That You might bring them back to Your law. Yet they acted proudly, And did not heed Your commandments, But sinned against Your judgments, ‘Which if a man does, he shall live by them.’ And they shrugged their shoulders, Stiffened their necks, And would not hear.
29 καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου, καὶ οὐκ ἤκουσαν, ἀλλ' ἐν ταῖς ἐντολαῖς σου καὶ κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν.
30 Yet for many years You had patience with them, And testified against them by Your Spirit in Your prophets. Yet they would not listen; Therefore You gave them into the hand of the peoples of the lands.
30 καὶ εἵλκυσας ἐπ' αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου· καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς.
31 Nevertheless in Your great mercy You did not utterly consume them nor forsake them; For You are God, gracious and merciful.
31 καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς, ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων.
32 “Now therefore, our God, The great, the mighty, and awesome God, Who keeps covenant and mercy: Do not let all the trouble seem small before You That has come upon us, Our kings and our princes, Our priests and our prophets, Our fathers and on all Your people, From the days of the kings of Assyria until this day.
32 καὶ νῦν, ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρός, ὁ μέγας, ὁ κραταιὸς καὶ ὁ φοβερός, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος, ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης.
33 However You are just in all that has befallen us; For You have dealt faithfully, But we have done wickedly.
33 καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ' ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας, καὶ ἡμεῖς ἐξημάρτομεν,
34 Neither our kings nor our princes, Our priests nor our fathers, Have kept Your law, Nor heeded Your commandments and Your testimonies, With which You testified against them.
34 καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου, ἃ διεμαρτύρω αὐτοῖς.
35 For they have not served You in their kingdom, Or in the many good things that You gave them, Or in the large and rich land which You set before them; Nor did they turn from their wicked works.
35 καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ, ᾗ ἔδωκας αὐτοῖς, καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ, ᾗ ἔδωκας ἐνώπιον αὐτῶν, οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν.
36 “Here we are, servants today! And the land that You gave to our fathers, To eat its fruit and its bounty, Here we are, servants in it!
36 ἰδοὺ σήμερόν ἐσμεν δοῦλοι, καὶ ἡ γῆ, ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς καὶ τὰ ἀγαθὰ αὐτῆς, ἰδού ἐσμεν δοῦλοι ἐπ' αὐτῆς,
37 And it yields much increase to the kings You have set over us, Because of our sins; Also they have dominion over our bodies and our cattle At their pleasure; And we are in great distress.
37 καὶ οἱ καρποὶ αὐτῆς πολλοὶ τοῖς βασιλεῦσιν, οἷς ἔδωκας ἐφ' ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσι καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν.
38 “And because of all this, We make a sure covenant and write it; Our leaders, our Levites, and our priests seal it.”
38 καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν ἄρχοντες ἡμῶν, Λευῖται ἡμῶν, ἱερεῖς ἡμῶν.
NKJV translation