en
Old Testament
1 Now it happened when Sanballat, Tobiah, Geshem the Arab, and the rest of our enemies heard that I had rebuilt the wall, and that there were no breaks left in it (though at that time I had not hung the doors in the gates),
1 ΚΑΙ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ καὶ Τωβίᾳ καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.
2 that Sanballat and Geshem sent to me, saying, “Come, let us meet together among the villages in the plain of Ono.” But they thought to do me harm.
2 καὶ ἀπέστειλε Σαναβαλλὰτ καὶ Γησὰμ πρός με λέγων· δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ὠνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.
3 So I sent messengers to them, saying, “I am doing a great work, so that I cannot come down. Why should the work cease while I leave it and go down to you?”
3 καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων· ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μή ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.
4 But they sent me this message four times, and I answered them in the same manner.
4 καὶ ἀπέστειλαν πρός με ὡς τὸ ρῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.
5 Then Sanballat sent his servant to me as before, the fifth time, with an open letter in his hand.
5 καὶ ἀπέστειλε πρός με Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ.
6 In it was written: It is reported among the nations, and Geshem says, that you and the Jews plan to rebel; therefore, according to these rumors, you are rebuilding the wall, that you may be their king.
6 καὶ ἦν γεγραμμένον ἐν αὐτῇ· < Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα·
7 And you have also appointed prophets to proclaim concerning you at Jerusalem, saying, “There is a king in Judah!” Now these matters will be reported to the king. So come, therefore, and let us consult together.
7 καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἱερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.
8 Then I sent to him, saying, “No such things as you say are being done, but you invent them in your own heart.”
8 καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων· οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, ὡς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.
9 For they all were trying to make us afraid, saying, “Their hands will be weakened in the work, and it will not be done.” Now therefore, O God, strengthen my hands.
9 ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες· ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου>.
10 Afterward I came to the house of Shemaiah the son of Delaiah, the son of Mehetabel, who was a secret informer; and he said, “Let us meet together in the house of God, within the temple, and let us close the doors of the temple, for they are coming to kill you; indeed, at night they will come to kill you.”
10 Κἀγὼ εἰσῆλθον εἰς οἶκον Σεμεΐ υἱοῦ Δαλαΐα, υἱοῦ Μεταβεήλ ~καὶ αὐτὸς συνεχόμενος~ καὶ εἶπε· συναχθῶμεν εἰς οἶκον τοῦ Θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.
11 And I said, “Should such a man as I flee? And who is there such as I who would go into the temple to save his life? I will not go in!”
11 καὶ εἶπα· τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται;
12 Then I perceived that God had not sent him at all, but that he pronounced this prophecy against me because Tobiah and Sanballat had hired him.
12 καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ Θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ' ἐμοῦ, καὶ Τωβίας καὶ Σαναβαλλὰτ ἐμισθώσαντο
13 For this reason he was hired, that I should be afraid and act that way and sin, so that they might have cause for an evil report, that they might reproach me.
13 ἐπ' ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσί με.
14 My God, remember Tobiah and Sanballat, according to these their works, and the prophetess Noadiah and the rest of the prophets who would have made me afraid.
14 μνήσθητι, ὁ Θεός, Τωβία καὶ Σαναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα, καὶ τῷ Νωαδίᾳ τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν, οἳ ἦσαν φοβερίζοντές με.
15 So the wall was finished on the twenty-fifth day of Elul, in fifty-two days.
15 Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐλοὺλ μηνὸς εἰς πεντήκοντα καὶ δύο ἡμέρας.
16 And it happened, when all our enemies heard of it, and all the nations around us saw these things, that they were very disheartened in their own eyes; for they perceived that this work was done by our God.
16 καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσε φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ Θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.
17 Also in those days the nobles of Judah sent many letters to Tobiah, and the letters of Tobiah came to them.
17 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς,
18 For many in Judah were pledged to him, because he was the son-in-law of Shechaniah the son of Arah, and his son Jehohanan had married the daughter of Meshullam the son of Berechiah.
18 ὅτι πολλοὶ ἐν Ἰούδᾳ ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενία υἱοῦ Ἡραέ, καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβε τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχία εἰς γυναῖκα.
19 Also they reported his good deeds before me, and reported my words to him. Tobiah sent letters to frighten me.
19 καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ, καὶ ἐπιστολὰς ἀπέστειλε Τωβίας φοβερίσαι με.
NKJV translation