en
Old Testament
1 Then Eliashib the high priest rose up with his brethren the priests and built the Sheep Gate; they consecrated it and hung its doors. They built as far as the Tower of the Hundred, and consecrated it, then as far as the Tower of Hananel.
1 ΚΑΙ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν. αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεὴλ
2 Next to Eliashib the men of Jericho built. And next to them Zaccur the son of Imri built.
2 καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἱεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχούρ, υἱοῦ Ἀμαρί.
3 Also the sons of Hassenaah built the Fish Gate; they laid its beams and hung its doors with its bolts and bars.
3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ἀσανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
4 And next to them Meremoth the son of Urijah, the son of Koz, made repairs. Next to them Meshullam the son of Berechiah, the son of Meshezabel, made repairs. Next to them Zadok the son of Baana made repairs.
4 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μαζεβήλ, καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά.
5 Next to them the Tekoites made repairs; but their nobles did not put their shoulders to the work of their Lord.
5 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωΐμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.
6 Moreover Jehoiada the son of Paseah and Meshullam the son of Besodeiah repaired the Old Gate; they laid its beams and hung its doors, with its bolts and bars.
6 καὶ τὴν πύλην Ἰασαναΐ ἐκράτησαν Ἰωϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
7 And next to them Melatiah the Gibeonite, Jadon the Meronothite, the men of Gibeon and Mizpah, repaired the residence of the governor of the region beyond the River.
7 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἕως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ,
8 Next to him Uzziel the son of Harhaiah, one of the goldsmiths, made repairs. Also next to him Hananiah, one of the perfumers, made repairs; and they fortified Jerusalem as far as the Broad Wall.
8 καὶ παρ' αὐτὸν παρησφαλίσατο Ὀζιὴλ υἱὸς Ἀραχίου πυρωτῶν. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἀνανίας υἱὸς τοῦ Ρωκεΐμ, καὶ κατέλιπον Ἱερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος.
9 And next to them Rephaiah the son of Hur, leader of half the district of Jerusalem, made repairs.
9 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ραφαΐα υἱὸς Σούρ, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ.
10 Next to them Jedaiah the son of Harumaph made repairs in front of his house. And next to him Hattush the son of Hashabniah made repairs.
10 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἐρωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀττοὺθ υἱὸς Ἀσαβανία.
11 Malchijah the son of Harim and Hashub the son of Pahath-Moab repaired another section, as well as the Tower of the Ovens.
11 καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς Ἠρὰμ καὶ Ἀσοὺβ υἱὸς Φαὰτ Μωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ.
12 And next to him was Shallum the son of Hallohesh, leader of half the district of Jerusalem; he and his daughters made repairs.
12 καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς Ἀλλωῆς ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.
13 Hanun and the inhabitants of Zanoah repaired the Valley Gate. They built it, hung its doors with its bolts and bars, and repaired a thousand cubits of the wall as far as the Refuse Gate.
13 τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.
14 Malchijah the son of Rechab, leader of the district of Beth Haccerem, repaired the Refuse Gate; he built it and hung its doors with its bolts and bars.
14 καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
15 Shallun the son of Col-Hozeh, leader of the district of Mizpah, repaired the Fountain Gate; he built it, covered it, hung its doors with its bolts and bars, and repaired the wall of the Pool of Shelah by the King’s Garden, as far as the stairs that go down from the City of David.
15 τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ.
16 After him Nehemiah the son of Azbuk, leader of half the district of Beth Zur, made repairs as far as the place in front of the tombs of David, to the man-made pool, and as far as the House of the Mighty.
16 ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς Ἀζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαρίμ.
17 After him the Levites, under Rehum the son of Bani, made repairs. Next to him Hashabiah, leader of half the district of Keilah, made repairs for his district.
17 ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.
18 After him their brethren, under Bavai the son of Henadad, leader of the other half of the district of Keilah, made repairs.
18 καὶ μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεΐ υἱὸς Ἠναδὰδ ἄρχων ἡμίσους περιχώρου Κεϊλά.
19 And next to him Ezer the son of Jeshua, the leader of Mizpah, repaired another section in front of the Ascent to the Armory at the buttress.
19 καὶ ἐκράτησαν ἐπὶ χεῖρα αὐτοῦ Ἀζοὺρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφαί, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.
20 After him Baruch the son of Zabbai carefully repaired the other section, from the buttress to the door of the house of Eliashib the high priest.
20 μετ' αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.
21 After him Meremoth the son of Urijah, the son of Koz, repaired another section, from the door of the house of Eliashib to the end of the house of Eliashib.
21 μετ' αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκώς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ.
22 And after him the priests, the men of the plain, made repairs.
22 καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Ἐκχεχάρ.
23 After him Benjamin and Hasshub made repairs opposite their house. After them Azariah the son of Maaseiah, the son of Ananiah, made repairs by his house.
23 καὶ μετ' αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ' αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ.
24 After him Binnui the son of Henadad repaired another section, from the house of Azariah to the buttress, even as far as the corner.
24 καὶ μετ' αὐτὸν ἐκράτησε Βανὶ υἱὸς Ἀδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
25 Palal the son of Uzai made repairs opposite the buttress, and on the tower which projects from the king’s upper house that was by the court of the prison. After him Pedaiah the son of Parosh made repairs.
25 Φαλὰχ υἱοῦ Εὐζαΐ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ' αὐτὸν Φαδαΐα υἱὸς Φόρος.
26 Moreover the Nethinim who dwelt in Ophel made repairs as far as the place in front of the Water Gate toward the east, and on the projecting tower.
26 καὶ οἱ ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὠφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.
27 After them the Tekoites repaired another section, next to the great projecting tower, and as far as the wall of Ophel.
27 καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωΐμ μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Ὀφλά.
28 Beyond the Horse Gate the priests made repairs, each in front of his own house.
28 ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.
29 After them Zadok the son of Immer made repairs in front of his own house. After him Shemaiah the son of Shechaniah, the keeper of the East Gate, made repairs.
29 καὶ μετ' αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. καὶ μετ' αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.
30 After him Hananiah the son of Shelemiah, and Hanun, the sixth son of Zalaph, repaired another section. After him Meshullam the son of Berechiah made repairs in front of his dwelling.
30 μετ' αὐτὸν ἐκράτησεν Ἀνανία υἱὸς Σελεμία καὶ Ἀνὼμ υἱὸς Σελέφ, ὁ ἕκτος, μέτρον δεύτερον. μετ' αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ.
31 After him Malchijah, one of the goldsmiths, made repairs as far as the house of the Nethinim and of the merchants, in front of the Miphkad Gate, and as far as the upper room at the corner.
31 μετ' αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθαναθινὶμ καὶ οἱ ροπωπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς.
32 And between the upper room at the corner, as far as the Sheep Gate, the goldsmiths and the merchants made repairs.
32 καὶ ἀνὰ μέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ροπωπῶλαι.
33 Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.
34 καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ· αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας;
35 καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε καὶ εἶπε πρὸς αὐτούς· μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;
36 ἄκουσον, ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν,
37 καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.
NKJV translation