en
Old Testament
1 Hear now what the LORD says: “Arise, plead your case before the mountains, And let the hills hear your voice.
1 ΑΚΟΥΣΑΤΕ δὴ λόγον Κυρίου· Κύριος εἶπεν· ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου.
2 Hear, O you mountains, the LORD’s complaint, And you strong foundations of the earth; For the LORD has a complaint against His people, And He will contend with Israel.
2 ἀκούσατε ὄρη, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.
3 “O My people, what have I done to you? And how have I wearied you? Testify against Me.
3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.
4 For I brought you up from the land of Egypt, I redeemed you from the house of bondage; And I sent before you Moses, Aaron, and Miriam.
4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.
5 O My people, remember now What Balak king of Moab counseled, And what Balaam the son of Beor answered him, From Acacia Grove to Gilgal, That you may know the righteousness of the LORD.”
5 λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.
6 With what shall I come before the LORD, And bow myself before the High God? Shall I come before Him with burnt offerings, With calves a year old?
6 ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου Ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;
7 Will the LORD be pleased with thousands of rams, Ten thousand rivers of oil? Shall I give my firstborn for my transgression, The fruit of my body for the sin of my soul?
7 εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;
8 He has shown you, O man, what is good; And what does the LORD require of you But to do justly, To love mercy, And to walk humbly with your God?
8 εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου; ~
9 The LORD’s voice cries to the city— Wisdom shall see Your name: “Hear the rod! Who has appointed it?
9 Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;
10 Are there yet the treasures of wickedness In the house of the wicked, And the short measure that is an abomination?
10 μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία;
11 Shall I count pure those with the wicked scales, And with the bag of deceitful weights?
11 εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου;
12 For her rich men are full of violence, Her inhabitants have spoken lies, And their tongue is deceitful in their mouth.
12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν.
13 “Therefore I will also make you sick by striking you, By making you desolate because of your sins.
13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.
14 You shall eat, but not be satisfied; Hunger shall be in your midst. You may carry some away, but shall not save them; And what you do rescue I will give over to the sword.
14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς· καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς· καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ρομφαίαν παραδοθήσονται.
15 “You shall sow, but not reap; You shall tread the olives, but not anoint yourselves with oil; And make sweet wine, but not drink wine.
15 σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.
16 For the statutes of Omri are kept; All the works of Ahab’s house are done; And you walk in their counsels, That I may make you a desolation, And your inhabitants a hissing. Therefore you shall bear the reproach of My people.”
16 καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήψεσθε.
NKJV translation