en
Old Testament
1 The burden of the word of the LORD to Israel by Malachi.
1 ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.
2 “I have loved you,” says the LORD. “Yet you say, ‘In what way have You loved us?’ Was not Esau Jacob’s brother?” Says the LORD. “Yet Jacob I have loved;
2 Ἠγάπησα ὑμᾶς, λέγει Κύριος. καὶ εἴπατε· ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος, καὶ ἠγάπησα τόν Ἰακώβ,
3 But Esau I have hated, And laid waste his mountains and his heritage For the jackals of the wilderness.”
3 τὸν δὲ Ἡσαῦ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;
4 Even though Edom has said, “We have been impoverished, But we will return and build the desolate places,” Thus says the LORD of hosts: “They may build, but I will throw down; They shall be called the Territory of Wickedness, And the people against whom the LORD will have indignation forever.
4 διότι ἐρεῖ ἡ Ἰδουμαία· κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους. τάδε λέγει Κύριος παντοκράτωρ· αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ᾿ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.
5 Your eyes shall see, And you shall say, ‘The LORD is magnified beyond the border of Israel.’
5 καὶ οἱ ὀφθαλμοί ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε· ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.
6 “A son honors his father, And a servant his master. If then I am the Father, Where is My honor? And if I am a Master, Where is My reverence? Says the LORD of hosts To you priests who despise My name. Yet you say, ‘In what way have we despised Your name?’
6 Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε· ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;
7 “You offer defiled food on My altar, But say, ‘In what way have we defiled You?’ By saying, ‘The table of the LORD is contemptible.’
7 προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε· ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς· τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.
8 And when you offer the blind as a sacrifice, Is it not evil? And when you offer the lame and sick, Is it not evil? Offer it then to your governor! Would he be pleased with you? Would he accept you favorably?” Says the LORD of hosts.
8 διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίας, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτῷ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ.
9 “But now entreat God’s favor, That He may be gracious to us. While this is being done by your hands, Will He accept you favorably?” Says the LORD of hosts.
9 καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει Κύριος παντοκράτωρ.
10 “Who is there even among you who would shut the doors, So that you would not kindle fire on My altar in vain? I have no pleasure in you,” Says the LORD of hosts, “Nor will I accept an offering from your hands.
10 διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.
11 For from the rising of the sun, even to its going down, My name shall be great among the Gentiles; In every place incense shall be offered to My name, And a pure offering; For My name shall be great among the nations,” Says the LORD of hosts.
11 διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.
12 “But you profane it, In that you say, ‘The table of the LORD is defiled; And its fruit, its food, is contemptible.’
12 ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς· τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ.
13 You also say, ‘Oh, what a weariness!’ And you sneer at it,” Says the LORD of hosts. “And you bring the stolen, the lame, and the sick; Thus you bring an offering! Should I accept this from your hand?” Says the LORD.
13 καὶ εἴπατε· ταῦτα ἐκ κακοπαθείας ἐστί, καὶ ἐξεφύσησα αὐτά, λέγει Κύριος παντοκράτωρ· καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ.
14 “But cursed be the deceiver Who has in his flock a male, And takes a vow, But sacrifices to the Lord what is blemished— For I am a great King,” Says the LORD of hosts, “And My name is to be feared among the nations.
14 καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾿ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι.
NKJV translation