en
Old Testament
1 And the LORD spoke to Moses, saying,
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Speak to the children of Israel, and say to them: ‘The feasts of the LORD, which you shall proclaim to be holy convocations, these are My feasts.
2 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· αἱ ἑορταὶ Κυρίου, ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν αἱ ἑορταί μου.
3 ‘Six days shall work be done, but the seventh day is a Sabbath of solemn rest, a holy convocation. You shall do no work on it; it is the Sabbath of the LORD in all your dwellings.
3 ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ Κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις, σάββατά ἐστι τῷ Κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
4 ‘These are the feasts of the LORD, holy convocations which you shall proclaim at their appointed times.
4 Αὗται αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν.
5 On the fourteenth day of the first month at twilight is the LORD’s Passover.
5 ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ Κυρίῳ.
6 And on the fifteenth day of the same month is the Feast of Unleavened Bread to the LORD; seven days you must eat unleavened bread.
6 καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
7 On the first day you shall have a holy convocation; you shall do no customary work on it.
7 καὶ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε·
8 But you shall offer an offering made by fire to the LORD for seven days. The seventh day shall be a holy convocation; you shall do no customary work on it.’ ”
8 καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
9 And the LORD spoke to Moses, saying,
9 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
10 “Speak to the children of Israel, and say to them: ‘When you come into the land which I give to you, and reap its harvest, then you shall bring a sheaf of the firstfruits of your harvest to the priest.
10 εἶπον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·
11 He shall wave the sheaf before the LORD, to be accepted on your behalf; on the day after the Sabbath the priest shall wave it.
11 καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς.
12 And you shall offer on that day, when you wave the sheaf, a male lamb of the first year, without blemish, as a burnt offering to the LORD.
12 καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ.
13 Its grain offering shall be two-tenths of an ephah of fine flour mixed with oil, an offering made by fire to the LORD, for a sweet aroma; and its drink offering shall be of wine, one-fourth of a hin.
13 καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἲν οἴνου.
14 You shall eat neither bread nor parched grain nor fresh grain until the same day that you have brought an offering to your God; it shall be a statute forever throughout your generations in all your dwellings.
14 καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
15 ‘And you shall count for yourselves from the day after the Sabbath, from the day that you brought the sheaf of the wave offering: seven Sabbaths shall be completed.
15 Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους,
16 Count fifty days to the day after the seventh Sabbath; then you shall offer a new grain offering to the LORD.
16 ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ.
17 You shall bring from your dwellings two wave loaves of two-tenths of an ephah. They shall be of fine flour; they shall be baked with leaven. They are the firstfruits to the LORD.
17 ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ.
18 And you shall offer with the bread seven lambs of the first year, without blemish, one young bull, and two rams. They shall be as a burnt offering to the LORD, with their grain offering and their drink offerings, an offering made by fire for a sweet aroma to the LORD.
18 καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται ὁλοκαύτωμα τῷ Κυρίῳ καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
19 Then you shall sacrifice one kid of the goats as a sin offering, and two male lambs of the first year as a sacrifice of a peace offering.
19 καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος·
20 The priest shall wave them with the bread of the firstfruits as a wave offering before the LORD, with the two lambs. They shall be holy to the LORD for the priest.
20 καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετά τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ Κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται.
21 And you shall proclaim on the same day that it is a holy convocation to you. You shall do no customary work on it. It shall be a statute forever in all your dwellings throughout your generations.
21 καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.
22 ‘When you reap the harvest of your land, you shall not wholly reap the corners of your field when you reap, nor shall you gather any gleaning from your harvest. You shall leave them for the poor and for the stranger: I am the LORD your God.’ ”
22 καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
23 Then the LORD spoke to Moses, saying,
23 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
24 “Speak to the children of Israel, saying: ‘In the seventh month, on the first day of the month, you shall have a sabbath-rest, a memorial of blowing of trumpets, a holy convocation.
24 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, λέγων· τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων, κλητὴ ἁγία ἔσται ὑμῖν·
25 You shall do no customary work on it; and you shall offer an offering made by fire to the LORD.’ ”
25 πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαύτωμα Κυρίῳ.
26 And the LORD spoke to Moses, saying:
26 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
27 “Also the tenth day of this seventh month shall be the Day of Atonement. It shall be a holy convocation for you; you shall afflict your souls, and offer an offering made by fire to the LORD.
27 καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τάς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ.
28 And you shall do no work on that same day, for it is the Day of Atonement, to make atonement for you before the LORD your God.
28 πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν.
29 For any person who is not afflicted in soul on that same day shall be cut off from his people.
29 πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.
30 And any person who does any work on that same day, that person I will destroy from among his people.
30 καὶ πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
31 You shall do no manner of work; it shall be a statute forever throughout your generations in all your dwellings.
31 πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν.
32 It shall be to you a sabbath of solemn rest, and you shall afflict your souls; on the ninth day of the month at evening, from evening to evening, you shall celebrate your sabbath.”
32 σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνός, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
33 Then the LORD spoke to Moses, saying,
33 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
34 “Speak to the children of Israel, saying: ‘The fifteenth day of this seventh month shall be the Feast of Tabernacles for seven days to the LORD.
34 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, λέγων· τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ.
35 On the first day there shall be a holy convocation. You shall do no customary work on it.
35 καὶ ἡ ἡμέρα ἡ πρώτη ἡ κλητὴ ἁγία· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
36 For seven days you shall offer an offering made by fire to the LORD. On the eighth day you shall have a holy convocation, and you shall offer an offering made by fire to the LORD. It is a sacred assembly, and you shall do no customary work on it.
36 ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ, καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστι, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
37 ‘These are the feasts of the LORD which you shall proclaim to be holy convocations, to offer an offering made by fire to the LORD, a burnt offering and a grain offering, a sacrifice and drink offerings, everything on its day—
37 Αὗται ἑορταὶ Κυρίῳ, ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ Κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ᾿ ἡμέραν εἰς ἡμέραν·
38 besides the Sabbaths of the LORD, besides your gifts, besides all your vows, and besides all your freewill offerings which you give to the LORD.
38 πλὴν τῶν σαββάτων Κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν, ἃ ἂν δῶτε τῷ Κυρίῳ.
39 ‘Also on the fifteenth day of the seventh month, when you have gathered in the fruit of the land, you shall keep the feast of the LORD for seven days; on the first day there shall be a sabbath-rest, and on the eighth day a sabbath-rest.
39 Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτάσετε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις.
40 And you shall take for yourselves on the first day the fruit of beautiful trees, branches of palm trees, the boughs of leafy trees, and willows of the brook; and you shall rejoice before the LORD your God for seven days.
40 καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ·
41 You shall keep it as a feast to the LORD for seven days in the year. It shall be a statute forever in your generations. You shall celebrate it in the seventh month.
41 νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.
42 You shall dwell in booths for seven days. All who are native Israelites shall dwell in booths,
42 ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας· πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς,
43 that your generations may know that I made the children of Israel dwell in booths when I brought them out of the land of Egypt: I am the LORD your God.’ ”
43 ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραήλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
44 So Moses declared to the children of Israel the feasts of the LORD.
44 Καὶ ἐλάλησε Μωυσῆς τὰς ἑορτὰς Κυρίου τοῖς υἱοῖς Ἰσραήλ.
NKJV translation