en
Old Testament
1 And the LORD said to Moses, “Speak to the priests, the sons of Aaron, and say to them: ‘None shall defile himself for the dead among his people,
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· εἶπον τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν,
2 except for his relatives who are nearest to him: his mother, his father, his son, his daughter, and his brother;
2 ἀλλ᾿ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ᾿ ἀδελφῷ
3 also his virgin sister who is near to him, who has had no husband, for her he may defile himself.
3 καὶ ἐπ᾿ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ, τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανθήσεται.
4 Otherwise he shall not defile himself, being a chief man among his people, to profane himself.
4 οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ.
5 ‘They shall not make any bald place on their heads, nor shall they shave the edges of their beards nor make any cuttings in their flesh.
5 καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.
6 They shall be holy to their God and not profane the name of their God, for they offer the offerings of the LORD made by fire, and the bread of their God; therefore they shall be holy.
6 ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι καὶ ἔσονται ἅγιοι.
7 They shall not take a wife who is a harlot or a defiled woman, nor shall they take a woman divorced from her husband; for the priest is holy to his God.
7 γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς, ὅτι ἅγιός ἐστι Κυρίῳ τῷ Θεῷ αὐτοῦ.
8 Therefore you shall consecrate him, for he offers the bread of your God. He shall be holy to you, for I the LORD, who sanctify you, am holy.
8 καὶ ἁγιάσεις αὐτόν. τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
9 The daughter of any priest, if she profanes herself by playing the harlot, she profanes her father. She shall be burned with fire.
9 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ, ἐπὶ πυρὸς κατακαυθήσεται.
10 ‘He who is the high priest among his brethren, on whose head the anointing oil was poured and who is consecrated to wear the garments, shall not uncover his head nor tear his clothes;
10 Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει,
11 nor shall he go near any dead body, nor defile himself for his father or his mother;
11 καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται.
12 nor shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the consecration of the anointing oil of his God is upon him: I am the LORD.
12 καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ Θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ Θεοῦ ἐπ᾿ αὐτῷ· ἐγὼ Κύριος.
13 And he shall take a wife in her virginity.
13 οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήψεται·
14 A widow or a divorced woman or a defiled woman or a harlot—these he shall not marry; but he shall take a virgin of his own people as wife.
14 χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήψεται, ἀλλ᾿ ἢ παρθένον ἐκ τοῦ λαοῦ αὐτοῦ λήψεται γυναῖκα.
15 Nor shall he profane his posterity among his people, for I the LORD sanctify him.’ ”
15 καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτόν.
16 And the LORD spoke to Moses, saying,
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
17 “Speak to Aaron, saying: ‘No man of your descendants in succeeding generations, who has any defect, may approach to offer the bread of his God.
17 εἶπον Ἀαρών· ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἐὰν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ.
18 For any man who has a defect shall not approach: a man blind or lame, who has a marred face or any limb too long,
18 πᾶς ἄνθρωπος, ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς ἢ χωλὸς ἢ κολοβόριν ἢ ὠτότμητος
19 a man who has a broken foot or broken hand,
19 ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ σύντριμμα χειρός, ἢ σύντριμμα ποδὸς
20 or is a hunchback or a dwarf, or a man who has a defect in his eye, or eczema or scab, or is a eunuch.
20 ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος, ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν ἢ μονόρχις,
21 No man of the descendants of Aaron the priest, who has a defect, shall come near to offer the offerings made by fire to the LORD. He has a defect; he shall not come near to offer the bread of his God.
21 πᾶς ᾧ ἐστιν ἐν αὐτῷ μῶμος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ Θεῷ σου, ὅτι μῶμος ἐν αὐτῷ· τὰ δῶρα τοῦ Θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.
22 He may eat the bread of his God, both the most holy and the holy;
22 τὰ δῶρα τοῦ Θεοῦ τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ τῶν ἁγίων φάγεται·
23 only he shall not go near the veil or approach the altar, because he has a defect, lest he profane My sanctuaries; for I the LORD sanctify them.’ ”
23 πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς.
24 And Moses told it to Aaron and his sons, and to all the children of Israel.
24 καὶ ἐλάλησε Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ἰσραήλ.
NKJV translation