en
Old Testament
1 ‘When anyone offers a grain offering to the LORD, his offering shall be of fine flour. And he shall pour oil on it, and put frankincense on it.
1 ΕΑΝ δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ λίβανον· θυσία ἐστί.
2 He shall bring it to Aaron’s sons, the priests, one of whom shall take from it his handful of fine flour and oil with all the frankincense. And the priest shall burn it as a memorial on the altar, an offering made by fire, a sweet aroma to the LORD.
2 καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
3 The rest of the grain offering shall be Aaron’s and his sons’. It is most holy of the offerings to the LORD made by fire.
3 καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν Κυρίου.
4 ‘And if you bring as an offering a grain offering baked in the oven, it shall be unleavened cakes of fine flour mixed with oil, or unleavened wafers anointed with oil.
4 ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ, δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ.
5 But if your offering is a grain offering baked in a pan, it shall be of fine flour, unleavened, mixed with oil.
5 ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμά ἐστι.
6 You shall break it in pieces and pour oil on it; it is a grain offering.
6 καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὰ ἔλαιον. θυσία ἐστὶ Κυρίῳ.
7 ‘If your offering is a grain offering baked in a covered pan, it shall be made of fine flour with oil.
7 ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται.
8 You shall bring the grain offering that is made of these things to the LORD. And when it is presented to the priest, he shall bring it to the altar.
8 καὶ προσοίσει τὴν θυσίαν, ἣν ἂν ποιήσῃ ἐκ τούτων τῷ Κυρίῳ, καὶ προσοίσει πρὸς τὸν ἱερέα· καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον
9 Then the priest shall take from the grain offering a memorial portion, and burn it on the altar. It is an offering made by fire, a sweet aroma to the LORD.
9 ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
10 And what is left of the grain offering shall be Aaron’s and his sons’. It is most holy of the offerings to the LORD made by fire.
10 τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων Κυρίου.
11 ‘No grain offering which you bring to the LORD shall be made with leaven, for you shall burn no leaven nor any honey in any offering to the LORD made by fire.
11 Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ᾿ αὐτοῦ, καρπῶσαι Κυρίῳ.
12 As for the offering of the firstfruits, you shall offer them to the LORD, but they shall not be burned on the altar for a sweet aroma.
12 δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ Κυρίῳ, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
13 And every offering of your grain offering you shall season with salt; you shall not allow the salt of the covenant of your God to be lacking from your grain offering. With all your offerings you shall offer salt.
13 καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσατε ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.
14 ‘If you offer a grain offering of your firstfruits to the LORD, you shall offer for the grain offering of your firstfruits green heads of grain roasted on the fire, grain beaten from full heads.
14 ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων
15 And you shall put oil on it, and lay frankincense on it. It is a grain offering.
15 καὶ ἐπιχεεῖς ἐπ᾿ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾿ αὐτὴν λίβανον· θυσία ἐστί.
16 Then the priest shall burn the memorial portion: part of its beaten grain and part of its oil, with all the frankincense, as an offering made by fire to the LORD.
16 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ.
NKJV translation