en
Old Testament
1 Then the LORD spoke to Moses, saying,
1 ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
2 “Speak to the children of Israel, and say to them: ‘I am the LORD your God.
2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
3 According to the doings of the land of Egypt, where you dwelt, you shall not do; and according to the doings of the land of Canaan, where I am bringing you, you shall not do; nor shall you walk in their ordinances.
3 κατά τὰ ἐπιτηδεύματα Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ᾿ αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.
4 You shall observe My judgments and keep My ordinances, to walk in them: I am the LORD your God.
4 τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
5 You shall therefore keep My statutes and My judgments, which if a man does, he shall live by them: I am the LORD.
5 καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας αὐτά ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
6 ‘None of you shall approach anyone who is near of kin to him, to uncover his nakedness: I am the LORD.
6 Ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ Κύριος.
7 The nakedness of your father or the nakedness of your mother you shall not uncover. She is your mother; you shall not uncover her nakedness.
7 ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις, μήτηρ γάρ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
8 The nakedness of your father’s wife you shall not uncover; it is your father’s nakedness.
8 ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη πατρὸς σού ἐστιν.
9 The nakedness of your sister, the daughter of your father, or the daughter of your mother, whether born at home or elsewhere, their nakedness you shall not uncover.
9 ἀσχημοσύνην τῆς ἀδελφῆς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενοῦς ἢ γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῶν.
10 The nakedness of your son’s daughter or your daughter’s daughter, their nakedness you shall not uncover; for theirs is your own nakedness.
10 ἀσχημοσύνην θυγατρὸς υἱοῦ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
11 The nakedness of your father’s wife’s daughter, begotten by your father—she is your sister—you shall not uncover her nakedness.
11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
12 You shall not uncover the nakedness of your father’s sister; she is near of kin to your father.
12 ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ πατρός σού ἐστιν.
13 You shall not uncover the nakedness of your mother’s sister, for she is near of kin to your mother.
13 ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις, οἰκεία γὰρ μητρός σού ἐστιν.
14 You shall not uncover the nakedness of your father’s brother. You shall not approach his wife; she is your aunt.
14 ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ, συγγενής γάρ σού ἐστιν.
15 You shall not uncover the nakedness of your daughter-in-law—she is your son’s wife—you shall not uncover her nakedness.
15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις, γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
16 You shall not uncover the nakedness of your brother’s wife; it is your brother’s nakedness.
16 ἀσχημοσύνην γυναικὸς ἀδελφοῦ σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.
17 You shall not uncover the nakedness of a woman and her daughter, nor shall you take her son’s daughter or her daughter’s daughter, to uncover her nakedness. They are near of kin to her. It is wickedness.
17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν, οἰκεῖαι γὰρ σού εἰσιν· ἀσέβημά ἐστι.
18 Nor shall you take a woman as a rival to her sister, to uncover her nakedness while the other is alive.
18 γυναῖκα ἐπ᾿ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τήν ἀσχημοσύνην αὐτῆς ἐπ᾿ αὐτῇ, ἔτι ζώσης αὐτῆς.
19 ‘Also you shall not approach a woman to uncover her nakedness as long as she is in her customary impurity.
19 Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
20 Moreover you shall not lie carnally with your neighbor’s wife, to defile yourself with her.
20 καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.
21 And you shall not let any of your descendants pass through the fire to Molech, nor shall you profane the name of your God: I am the LORD.
21 καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος·
22 You shall not lie with a male as with a woman. It is an abomination.
22 καὶ μετά ἄρσενος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν, βέλυγμα γάρ ἐστι.
23 Nor shall you mate with any animal, to defile yourself with it. Nor shall any woman stand before an animal to mate with it. It is perversion.
23 καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμόν, ἐκμιανθῆναι πρὸς αὐτό. καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασθῆναι, μυσαρὸν γάρ ἐστι.
24 ‘Do not defile yourselves with any of these things; for by all these the nations are defiled, which I am casting out before you.
24 Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
25 For the land is defiled; therefore I visit the punishment of its iniquity upon it, and the land vomits out its inhabitants.
25 καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι᾿ αὐτήν, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ᾿ αὐτῆς.
26 You shall therefore keep My statutes and My judgments, and shall not commit any of these abominations, either any of your own nation or any stranger who dwells among you
26 καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου, καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
27 (for all these abominations the men of the land have done, who were before you, and thus the land is defiled),
27 πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνθρωποι τῆς γῆς οἱ ὄντες πρότερον ὑμῶν, καὶ ἐμιάνθη ἡ γῆ.
28 lest the land vomit you out also when you defile it, as it vomited out the nations that were before you.
28 καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν.
29 For whoever commits any of these abominations, the persons who commit them shall be cut off from among their people.
29 ὅτι πᾶς, ὃς ἐὰν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
30 ‘Therefore you shall keep My ordinance, so that you do not commit any of these abominable customs which were committed before you, and that you do not defile yourselves by them: I am the LORD your God.’ ”
30 καὶ φυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, ἃ γέγονε πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανθήσεσθε ἐν αὐτοῖς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
NKJV translation