en
Old Testament
1 Now the LORD spoke to Moses after the death of the two sons of Aaron, when they offered profane fire before the LORD, and died;
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ἀαρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου καὶ ἐτελεύτησαν.
2 and the LORD said to Moses: “Tell Aaron your brother not to come at just any time into the Holy Place inside the veil, before the mercy seat which is on the ark, lest he die; for I will appear in the cloud above the mercy seat.
2 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
3 “Thus Aaron shall come into the Holy Place: with the blood of a young bull as a sin offering, and of a ram as a burnt offering.
3 οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα·
4 He shall put the holy linen tunic and the linen trousers on his body; he shall be girded with a linen sash, and with the linen turban he shall be attired. These are holy garments. Therefore he shall wash his body in water, and put them on.
4 καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά.
5 And he shall take from the congregation of the children of Israel two kids of the goats as a sin offering, and one ram as a burnt offering.
5 καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.
6 “Aaron shall offer the bull as a sin offering, which is for himself, and make atonement for himself and for his house.
6 καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
7 He shall take the two goats and present them before the LORD at the door of the tabernacle of meeting.
7 καὶ λήψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
8 Then Aaron shall cast lots for the two goats: one lot for the LORD and the other lot for the scapegoat.
8 καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλήρους, κλῆρον ἕνα τῷ Κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.
9 And Aaron shall bring the goat on which the LORD’s lot fell, and offer it as a sin offering.
9 καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·
10 But the goat on which the lot fell to be the scapegoat shall be presented alive before the LORD, to make atonement upon it, and to let it go as the scapegoat into the wilderness.
10 καὶ τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον.
11 “And Aaron shall bring the bull of the sin offering, which is for himself, and make atonement for himself and for his house, and shall kill the bull as the sin offering which is for himself.
11 καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ σφάξει τὸν μόσχον περὶ τῆς ἁμαρτίας αὐτοῦ.
12 Then he shall take a censer full of burning coals of fire from the altar before the LORD, with his hands full of sweet incense beaten fine, and bring it inside the veil.
12 καὶ λήψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου, τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος.
13 And he shall put the incense on the fire before the LORD, that the cloud of incense may cover the mercy seat that is on the Testimony, lest he die.
13 καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.
14 He shall take some of the blood of the bull and sprinkle it with his finger on the mercy seat on the east side; and before the mercy seat he shall sprinkle some of the blood with his finger seven times.
14 καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ρανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ρανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ.
15 “Then he shall kill the goat of the sin offering, which is for the people, bring its blood inside the veil, do with that blood as he did with the blood of the bull, and sprinkle it on the mercy seat and before the mercy seat.
15 καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. καὶ ρανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον, κατὰ πρόσωπον τοῦ ἱλαστηρίου
16 So he shall make atonement for the Holy Place, because of the uncleanness of the children of Israel, and because of their transgressions, for all their sins; and so he shall do for the tabernacle of meeting which remains among them in the midst of their uncleanness.
16 καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν.
17 There shall be no man in the tabernacle of meeting when he goes in to make atonement in the Holy Place, until he comes out, that he may make atonement for himself, for his household, and for all the assembly of Israel.
17 καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
18 And he shall go out to the altar that is before the LORD, and make atonement for it, and shall take some of the blood of the bull and some of the blood of the goat, and put it on the horns of the altar all around.
18 καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ. καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ
19 Then he shall sprinkle some of the blood on it with his finger seven times, cleanse it, and consecrate it from the uncleanness of the children of Israel.
19 καὶ ρανεῖ ἐπ᾿ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ.
20 “And when he has made an end of atoning for the Holy Place, the tabernacle of meeting, and the altar, he shall bring the live goat.
20 καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα.
21 Aaron shall lay both his hands on the head of the live goat, confess over it all the iniquities of the children of Israel, and all their transgressions, concerning all their sins, putting them on the head of the goat, and shall send it away into the wilderness by the hand of a suitable man.
21 καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾿ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον,
22 The goat shall bear on itself all their iniquities to an uninhabited land; and he shall release the goat in the wilderness.
22 καὶ λήψεται ὁ χίμαρος ἐφ᾿ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.
23 “Then Aaron shall come into the tabernacle of meeting, shall take off the linen garments which he put on when he went into the Holy Place, and shall leave them there.
23 καὶ εἰσελεύσεται Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινήν, ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ.
24 And he shall wash his body with water in a holy place, put on his garments, come out and offer his burnt offering and the burnt offering of the people, and make atonement for himself and for the people.
24 καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ, ὡς περὶ τῶν ἱερέων.
25 The fat of the sin offering he shall burn on the altar.
25 καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.
26 And he who released the goat as the scapegoat shall wash his clothes and bathe his body in water, and afterward he may come into the camp.
26 καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
27 The bull for the sin offering and the goat for the sin offering, whose blood was brought in to make atonement in the Holy Place, shall be carried outside the camp. And they shall burn in the fire their skins, their flesh, and their offal.
27 καἱ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καί τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν.
28 Then he who burns them shall wash his clothes and bathe his body in water, and afterward he may come into the camp.
28 ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετά ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
29 “This shall be a statute forever for you: In the seventh month, on the tenth day of the month, you shall afflict your souls, and do no work at all, whether a native of your own country or a stranger who dwells among you.
29 Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν·
30 For on that day the priest shall make atonement for you, to cleanse you, that you may be clean from all your sins before the LORD.
30 ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου, καὶ καθαρισθήσεσθε.
31 It is a sabbath of solemn rest for you, and you shall afflict your souls. It is a statute forever.
31 σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον.
32 And the priest, who is anointed and consecrated to minister as priest in his father’s place, shall make atonement, and put on the linen clothes, the holy garments;
32 ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ, ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν.
33 then he shall make atonement for the Holy Sanctuary, and he shall make atonement for the tabernacle of meeting and for the altar, and he shall make atonement for the priests and for all the people of the assembly.
33 καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περί πάσης συναγωγῆς ἐξιλάσεται.
34 This shall be an everlasting statute for you, to make atonement for the children of Israel, for all their sins, once a year.” And he did as the LORD commanded Moses.
34 καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
NKJV translation