en
Old Testament
1 And the LORD spoke to Moses and Aaron, saying,
1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
2 “Speak to the children of Israel, and say to them: ‘When any man has a discharge from his body, his discharge is unclean.
2 λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς αὐτοῖς· ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ρύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ρύσις αὐτοῦ ἀκάθαρτός ἐστι.
3 And this shall be his uncleanness in regard to his discharge—whether his body runs with his discharge, or his body is stopped up by his discharge, it is his uncleanness.
3 καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι.
4 Every bed is unclean on which he who has the discharge lies, and everything on which he sits shall be unclean.
4 πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾿ ὃ ἂν καθίσῃ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται.
5 And whoever touches his bed shall wash his clothes and bathe in water, and be unclean until evening.
5 καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
6 He who sits on anything on which he who has the discharge sat shall wash his clothes and bathe in water, and be unclean until evening.
6 καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
7 And he who touches the body of him who has the discharge shall wash his clothes and bathe in water, and be unclean until evening.
7 καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
8 If he who has the discharge spits on him who is clean, then he shall wash his clothes and bathe in water, and be unclean until evening.
8 ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
9 Any saddle on which he who has the discharge rides shall be unclean.
9 καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾿ ὃ ἂν ἐπιβῇ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
10 Whoever touches anything that was under him shall be unclean until evening. He who carries any of those things shall wash his clothes and bathe in water, and be unclean until evening.
10 καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καί ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
11 And whomever the one who has the discharge touches, and has not rinsed his hands in water, he shall wash his clothes and bathe in water, and be unclean until evening.
11 καὶ ὅσον ἐὰν ἅψηται ὁ γονορρυής, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
12 The vessel of earth that he who has the discharge touches shall be broken, and every vessel of wood shall be rinsed in water.
12 καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται.
13 ‘And when he who has a discharge is cleansed of his discharge, then he shall count for himself seven days for his cleansing, wash his clothes, and bathe his body in running water; then he shall be clean.
13 ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ρύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται.
14 On the eighth day he shall take for himself two turtledoves or two young pigeons, and come before the LORD, to the door of the tabernacle of meeting, and give them to the priest.
14 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ.
15 Then the priest shall offer them, the one as a sin offering and the other as a burnt offering. So the priest shall make atonement for him before the LORD because of his discharge.
15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ρύσεως αὐτοῦ.
16 ‘If any man has an emission of semen, then he shall wash all his body in water, and be unclean until evening.
16 Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
17 And any garment and any leather on which there is semen, it shall be washed with water, and be unclean until evening.
17 καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἀφ᾿ ὃ ἐὰν ᾖ ἐπ᾿ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
18 Also, when a woman lies with a man, and there is an emission of semen, they shall bathe in water, and be unclean until evening.
18 καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾿ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.
19 ‘If a woman has a discharge, and the discharge from her body is blood, she shall be set apart seven days; and whoever touches her shall be unclean until evening.
19 Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
20 Everything that she lies on during her impurity shall be unclean; also everything that she sits on shall be unclean.
20 καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται.
21 Whoever touches her bed shall wash his clothes and bathe in water, and be unclean until evening.
21 καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
22 And whoever touches anything that she sat on shall wash his clothes and bathe in water, and be unclean until evening.
22 καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
23 If anything is on her bed or on anything on which she sits, when he touches it, he shall be unclean until evening.
23 ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
24 And if any man lies with her at all, so that her impurity is on him, he shall be unclean seven days; and every bed on which he lies shall be unclean.
24 ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται.
25 ‘If a woman has a discharge of blood for many days, other than at the time of her customary impurity, or if it runs beyond her usual time of impurity, all the days of her unclean discharge shall be as the days of her customary impurity. She shall be unclean.
25 Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος.
26 Every bed on which she lies all the days of her discharge shall be to her as the bed of her impurity; and whatever she sits on shall be unclean, as the uncleanness of her impurity.
26 καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου.
27 Whoever touches those things shall be unclean; he shall wash his clothes and bathe in water, and be unclean until evening.
27 πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
28 ‘But if she is cleansed of her discharge, then she shall count for herself seven days, and after that she shall be clean.
28 ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται.
29 And on the eighth day she shall take for herself two turtledoves or two young pigeons, and bring them to the priest, to the door of the tabernacle of meeting.
29 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
30 Then the priest shall offer the one as a sin offering and the other as a burnt offering, and the priest shall make atonement for her before the LORD for the discharge of her uncleanness.
30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς.
31 ‘Thus you shall separate the children of Israel from their uncleanness, lest they die in their uncleanness when they defile My tabernacle that is among them.
31 Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.
32 This is the law for one who has a discharge, and for him who emits semen and is unclean thereby,
32 οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ,
33 and for her who is indisposed because of her customary impurity, and for one who has a discharge, either man or woman, and for him who lies with her who is unclean.’ ”
33 καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης.
NKJV translation