en
Old Testament
1 How the Lord has covered the daughter of Zion With a cloud in His anger! He cast down from heaven to the earth The beauty of Israel, And did not remember His footstool In the day of His anger.
1 ΠΩΣ ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
2 The Lord has swallowed up and has not pitied All the dwelling places of Jacob. He has thrown down in His wrath The strongholds of the daughter of Judah; He has brought them down to the ground; He has profaned the kingdom and its princes.
2 Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
3 He has cut off in fierce anger Every horn of Israel; He has drawn back His right hand From before the enemy. He has blazed against Jacob like a flaming fire Devouring all around.
3 Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραήλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ.
4 Standing like an enemy, He has bent His bow; With His right hand, like an adversary, He has slain all who were pleasing to His eye; On the tent of the daughter of Zion, He has poured out His fury like fire.
4 Ἐνέτεινε τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιών, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
5 The Lord was like an enemy. He has swallowed up Israel, He has swallowed up all her palaces; He has destroyed her strongholds, And has increased mourning and lamentation In the daughter of Judah.
5 Ἐγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν Ἰσραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνε τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ τεταπεινωμένην.
6 He has done violence to His tabernacle, As if it were a garden; He has destroyed His place of assembly; The LORD has caused The appointed feasts and Sabbaths to be forgotten in Zion. In His burning indignation He has spurned the king and the priest.
6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
7 The Lord has spurned His altar, He has abandoned His sanctuary; He has given up the walls of her palaces Into the hand of the enemy. They have made a noise in the house of the LORD As on the day of a set feast.
7 Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
8 The LORD has purposed to destroy The wall of the daughter of Zion. He has stretched out a line; He has not withdrawn His hand from destroying; Therefore He has caused the rampart and wall to lament; They languished together.
8 Καὶ ἐπέστρεψε Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
9 Her gates have sunk into the ground; He has destroyed and broken her bars. Her king and her princes are among the nations; The Law is no more, And her prophets find no vision from the LORD.
9 Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου.
10 The elders of the daughter of Zion Sit on the ground and keep silence; They throw dust on their heads And gird themselves with sackcloth. The virgins of Jerusalem Bow their heads to the ground.
10 Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἱερουσαλήμ.
11 My eyes fail with tears, My heart is troubled; My bile is poured on the ground Because of the destruction of the daughter of my people, Because the children and the infants Faint in the streets of the city.
11 Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
12 They say to their mothers, “Where is grain and wine?” As they swoon like the wounded In the streets of the city, As their life is poured out In their mothers’ bosom.
12 Ταῖς μητράσιν αὐτῶν εἶπαν· ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
13 How shall I console you? To what shall I liken you, O daughter of Jerusalem? What shall I compare with you, that I may comfort you, O virgin daughter of Zion? For your ruin is spread wide as the sea; Who can heal you?
13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
14 Your prophets have seen for you False and deceptive visions; They have not uncovered your iniquity, To bring back your captives, But have envisioned for you false prophecies and delusions.
14 Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
15 All who pass by clap their hands at you; They hiss and shake their heads At the daughter of Jerusalem: “Is this the city that is called ‘The perfection of beauty, The joy of the whole earth’?”
15 Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ· αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς.
16 All your enemies have opened their mouth against you; They hiss and gnash their teeth. They say, “We have swallowed her up! Surely this is the day we have waited for; We have found it, we have seen it!”
16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν· κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
17 The LORD has done what He purposed; He has fulfilled His word Which He commanded in days of old. He has thrown down and has not pitied, And He has caused an enemy to rejoice over you; He has exalted the horn of your adversaries.
17 Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε.
18 Their heart cried out to the Lord, “O wall of the daughter of Zion, Let tears run down like a river day and night; Give yourself no relief; Give your eyes no rest.
18 Ἐβόησε καρδία αὐτῶν πρὸς Κύριον· τείχη Σιών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
19 “Arise, cry out in the night, At the beginning of the watches; Pour out your heart like water before the face of the Lord. Lift your hands toward Him For the life of your young children, Who faint from hunger at the head of every street.”
19 Ἀνάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ' ἀρχῆς πασῶν ἐξόδων.
20 “See, O LORD, and consider! To whom have You done this? Should the women eat their offspring, The children they have cuddled? Should the priest and prophet be slain In the sanctuary of the Lord?
20 Ἰδέ, Κύριε, καὶ ἐπίβλεψον τίνι ἐπφφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην;
21 “Young and old lie On the ground in the streets; My virgins and my young men Have fallen by the sword; You have slain them in the day of Your anger, You have slaughtered and not pitied.
21 Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης. παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
22 “You have invited as to a feast day The terrors that surround me. In the day of the LORD’s anger There was no refugee or survivor. Those whom I have borne and brought up My enemies have destroyed.”
22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
NKJV translation