en
Old Testament
1 And Elisha the prophet called one of the sons of the prophets, and said to him, “Get yourself ready, take this flask of oil in your hand, and go to Ramoth Gilead.
1 ΚΑΙ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμὼθ Γαλαάδ·
2 Now when you arrive at that place, look there for Jehu the son of Jehoshaphat, the son of Nimshi, and go in and make him rise up from among his associates, and take him to an inner room.
2 καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ἰοὺ υἱὸν Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν ταμιείῳ·
3 Then take the flask of oil, and pour it on his head, and say, ‘Thus says the LORD: “I have anointed you king over Israel.” ’ Then open the door and flee, and do not delay.”
3 καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύρα καὶ φεύξῃ καὶ οὐ μενεῖς.
4 So the young man, the servant of the prophet, went to Ramoth Gilead.
4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμὼθ Γαλαὰδ
5 And when he arrived, there were the captains of the army sitting; and he said, “I have a message for you, Commander.” Jehu said, “For which one of us?” And he said, “For you, Commander.”
5 καὶ εἰσῆλθε, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε· λόγος μοι πρὸς σέ, ὁ ἄρχων. καὶ εἶπεν Ἰού· πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε· πρὸς σέ, ὁ ἄρχων.
6 Then he arose and went into the house. And he poured the oil on his head, and said to him, “Thus says the LORD God of Israel: ‘I have anointed you king over the people of the LORD, over Israel.
6 καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ,
7 You shall strike down the house of Ahab your master, that I may avenge the blood of My servants the prophets, and the blood of all the servants of the LORD, at the hand of Jezebel.
7 καὶ ἐξολοθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ
8 For the whole house of Ahab shall perish; and I will cut off from Ahab all the males in Israel, both bond and free.
8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·
9 So I will make the house of Ahab like the house of Jeroboam the son of Nebat, and like the house of Baasha the son of Ahijah.
9 καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά·
10 The dogs shall eat Jezebel on the plot of ground at Jezreel, and there shall be none to bury her.’ ” And he opened the door and fled.
10 καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ἰεζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε.
11 Then Jehu came out to the servants of his master, and one said to him, “Is all well? Why did this madman come to you?” And he said to them, “You know the man and his babble.”
11 καὶ Ἰοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ· εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
12 And they said, “A lie! Tell us now.” So he said, “Thus and thus he spoke to me, saying, ‘Thus says the LORD: “I have anointed you king over Israel.” ’ ”
12 καὶ εἶπον· ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ἰοὺ πρὸς αὐτούς· οὕτω καὶ οὕτω ἐλάλησε πρός με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
13 Then each man hastened to take his garment and put it under him on the top of the steps; and they blew trumpets, saying, “Jehu is king!”
13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπαν· ἐβασίλευσεν Ἰού.
14 So Jehu the son of Jehoshaphat, the son of Nimshi, conspired against Joram. (Now Joram had been defending Ramoth Gilead, he and all Israel, against Hazael king of Syria.
14 καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωρὰμ καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμὼθ Γαλαάδ, αὐτὸς καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας,
15 But King Joram had returned to Jezreel to recover from the wounds which the Syrians had inflicted on him when he fought with Hazael king of Syria.) And Jehu said, “If you are so minded, let no one leave or escape from the city to go and tell it in Jezreel.”
15 καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύριοι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ εἶπεν Ἰού· εἰ ἔστι ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ.
16 So Jehu rode in a chariot and went to Jezreel, for Joram was laid up there; and Ahaziah king of Judah had come down to see Joram.
16 καὶ ἵππευσε καὶ ἐπορεύθη Ἰοὺ καὶ κατέβη εἰς Ἰεζράελ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθαραπεύετο ἐν τῷ Ἰεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμὶν ἐν τῇ Ραμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἀζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ.
17 Now a watchman stood on the tower in Jezreel, and he saw the company of Jehu as he came, and said, “I see a company of men.” And Joram said, “Get a horseman and send him to meet them, and let him say, ‘Is it peace?’ ”
17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰεζράελ καὶ εἶδε τὸν κονιορτὸν Ἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε· κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ἰωράμ· λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω, εἰ εἰρήνη.
18 So the horseman went to meet him, and said, “Thus says the king: ‘Is it peace?’ ” And Jehu said, “What have you to do with peace? Turn around and follow me.” So the watchman reported, saying, “The messenger went to them, but is not coming back.”
18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς, εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε.
19 Then he sent out a second horseman who came to them, and said, “Thus says the king: ‘Is it peace?’ ” And Jehu answered, “What have you to do with peace? Turn around and follow me.”
19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς· εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.
20 So the watchman reported, saying, “He went up to them and is not coming back; and the driving is like the driving of Jehu the son of Nimshi, for he drives furiously!”
20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε· καὶ ὁ ἄγων ἦγε τὸν Ἰοὺ υἱὸν Ναμεσσί, ὅτι ἐν παραλλαγῇ ἐγένετο.
21 Then Joram said, “Make ready.” And his chariot was made ready. Then Joram king of Israel and Ahaziah king of Judah went out, each in his chariot; and they went out to meet Jehu, and met him on the property of Naboth the Jezreelite.
21 καὶ εἶπεν Ἰωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
22 Now it happened, when Joram saw Jehu, that he said, “Is it peace, Jehu?” So he answered, “What peace, as long as the harlotries of your mother Jezebel and her witchcraft are so many?”
22 καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰού, καὶ εἶπεν· εἰ εἰρήνη Ἰού; καὶ εἶπεν Ἰού· τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.
23 Then Joram turned around and fled, and said to Ahaziah, “Treachery, Ahaziah!”
23 καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς Ὀχοζίαν· δόλος, Ὀχοζία.
24 Now Jehu drew his bow with full strength and shot Jehoram between his arms; and the arrow came out at his heart, and he sank down in his chariot.
24 καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
25 Then Jehu said to Bidkar his captain, “Pick him up, and throw him into the tract of the field of Naboth the Jezreelite; for remember, when you and I were riding together behind Ahab his father, that the LORD laid this burden upon him:
25 καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ· ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾿ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων·
26 ‘Surely I saw yesterday the blood of Naboth and the blood of his sons,’ says the LORD, ‘and I will repay you in this plot,’ says the LORD. Now therefore, take and throw him on the plot of ground, according to the word of the LORD.”
26 εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ρῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ρῆμα Κυρίου.
27 But when Ahaziah king of Judah saw this, he fled by the road to Beth Haggan. So Jehu pursued him, and said, “Shoot him also in the chariot.” And they shot him at the Ascent of Gur, which is by Ibleam. Then he fled to Megiddo, and died there.
27 καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν Ἰεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ.
28 And his servants carried him in the chariot to Jerusalem, and buried him in his tomb with his fathers in the City of David.
28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.
29 In the eleventh year of Joram the son of Ahab, Ahaziah had become king over Judah.
29 καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας ἐπὶ Ἰούδαν.
30 Now when Jehu had come to Jezreel, Jezebel heard of it; and she put paint on her eyes and adorned her head, and looked through a window.
30 καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος.
31 Then, as Jehu entered at the gate, she said, “Is it peace, Zimri, murderer of your master?”
31 καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν· εἰ εἰρήνη, Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;
32 And he looked up at the window, and said, “Who is on my side? Who?” So two or three eunuchs looked out at him.
32 καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε· τί εἶ σύ; κατάβηθι μετ᾿ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·
33 Then he said, “Throw her down.” So they threw her down, and some of her blood spattered on the wall and on the horses; and he trampled her underfoot.
33 καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
34 And when he had gone in, he ate and drank. Then he said, “Go now, see to this accursed woman, and bury her, for she was a king’s daughter.”
34 καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν· ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστί.
35 So they went to bury her, but they found no more of her than the skull and the feet and the palms of her hands.
35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
36 Therefore they came back and told him. And he said, “This is the word of the LORD, which He spoke by His servant Elijah the Tishbite, saying, ‘On the plot of ground at Jezreel dogs shall eat the flesh of Jezebel;
36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπε· λόγος Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου λέγων· ἐν τῇ μερίδι Ἰεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ,
37 and the corpse of Jezebel shall be as refuse on the surface of the field, in the plot at Jezreel, so that they shall not say, “Here lies Jezebel.” ’ ”
37 καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς Ἰεζάβελ.
NKJV translation