en
Old Testament
1 Now Jehoram the son of Ahab became king over Israel at Samaria in the eighteenth year of Jehoshaphat king of Judah, and reigned twelve years.
1 ΚΑΙ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα καὶ ἐβασίλευσε δώδεκα ἔτη.
2 And he did evil in the sight of the LORD, but not like his father and mother; for he put away the sacred pillar of Baal that his father had made.
2 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ. καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·
3 Nevertheless he persisted in the sins of Jeroboam the son of Nebat, who had made Israel sin; he did not depart from them.
3 πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς.
4 Now Mesha king of Moab was a sheepbreeder, and he regularly paid the king of Israel one hundred thousand lambs and the wool of one hundred thousand rams.
4 καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.
5 But it happened, when Ahab died, that the king of Moab rebelled against the king of Israel.
5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.
6 So King Jehoram went out of Samaria at that time and mustered all Israel.
6 καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·
7 Then he went and sent to Jehoshaphat king of Judah, saying, “The king of Moab has rebelled against me. Will you go with me to fight against Moab?” And he said, “I will go up; I am as you are, my people as your people, my horses as your horses.”
7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα λέγων· βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν· ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου.
8 Then he said, “Which way shall we go up?” And he answered, “By way of the Wilderness of Edom.”
8 καὶ εἶπε· ποία ὁδῷ ἀναβῶ; καὶ εἶπεν· ὁδὸν ἔρημον Ἐδώμ.
9 So the king of Israel went with the king of Judah and the king of Edom, and they marched on that roundabout route seven days; and there was no water for the army, nor for the animals that followed them.
9 καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς Ἐδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν.
10 And the king of Israel said, “Alas! For the LORD has called these three kings together to deliver them into the hand of Moab.”
10 καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· ὦ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωὰβ
11 But Jehoshaphat said, “Is there no prophet of the LORD here, that we may inquire of the LORD by him?” So one of the servants of the king of Israel answered and said, “Elisha the son of Shaphat is here, who poured water on the hands of Elijah.”
11 καὶ εἶπεν Ἰωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρ᾿ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως Ἰσραὴλ καὶ εἶπεν· ὧδε Ἑλισαιὲ υἱὸς Σαφάτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιού.
12 And Jehoshaphat said, “The word of the LORD is with him.” So the king of Israel and Jehoshaphat and the king of Edom went down to him.
12 καὶ εἶπεν Ἰωσαφάτ· ἔστιν αὐτῷ ρῆμα Κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.
13 Then Elisha said to the king of Israel, “What have I to do with you? Go to the prophets of your father and the prophets of your mother.” But the king of Israel said to him, “No, for the LORD has called these three kings together to deliver them into the hand of Moab.”
13 καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραήλ· τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ· μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;
14 And Elisha said, “As the LORD of hosts lives, before whom I stand, surely were it not that I regard the presence of Jehoshaphat king of Judah, I would not look at you, nor see you.
14 καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωασαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρός σε καὶ εἶδόν σε·
15 But now bring me a musician.” Then it happened, when the musician played, that the hand of the LORD came upon him.
15 καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου,
16 And he said, “Thus says the LORD: ‘Make this valley full of ditches.’
16 καὶ εἶπε· τάδε λέγει Κύριος· ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους·
17 For thus says the LORD: ‘You shall not see wind, nor shall you see rain; yet that valley shall be filled with water, so that you, your cattle, and your animals may drink.’
17 ὅτι τάδε λέγει Κύριος· οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·
18 And this is a simple matter in the sight of the LORD; He will also deliver the Moabites into your hand.
18 καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν,
19 Also you shall attack every fortified city and every choice city, and shall cut down every good tree, and stop up every spring of water, and ruin every good piece of land with stones.”
19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις.
20 Now it happened in the morning, when the grain offering was offered, that suddenly water came by way of Edom, and the land was filled with water.
20 καὶ ἐγένετο πρωΐ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.
21 And when all the Moabites heard that the kings had come up to fight against them, all who were able to bear arms and older were gathered; and they stood at the border.
21 καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπαν· ὢ καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.
22 Then they rose up early in the morning, and the sun was shining on the water; and the Moabites saw the water on the other side as red as blood.
22 καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυρὰ ὡσεὶ αἷμα
23 And they said, “This is blood; the kings have surely struck swords and have killed one another; now therefore, Moab, to the spoil!”
23 καὶ εἶπαν· αἷμα τοῦτο τῆς ρομφαίας, καὶ ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ.
24 So when they came to the camp of Israel, Israel rose up and attacked the Moabites, so that they fled before them; and they entered their land, killing the Moabites.
24 καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ, καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ
25 Then they destroyed the cities, and each man threw a stone on every good piece of land and filled it; and they stopped up all the springs of water and cut down all the good trees. But they left the stones of Kir Haraseth intact. However the slingers surrounded and attacked it.
25 καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.
26 And when the king of Moab saw that the battle was too fierce for him, he took with him seven hundred men who drew swords, to break through to the king of Edom, but they could not.
26 καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος. καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ρομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδώμ, καὶ οὐκ ἠδυνήθησαν.
27 Then he took his eldest son who would have reigned in his place, and offered him as a burnt offering upon the wall; and there was great indignation against Israel. So they departed from him and returned to their own land.
27 καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃν ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ, καὶ ἀπῇραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.
NKJV translation