en
Old Testament
1 Manasseh was twelve years old when he became king, and he reigned fifty-five years in Jerusalem. His mother’s name was Hephzibah.
1 ΥΙΟΣ δώδεκα ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὀψιβά.
2 And he did evil in the sight of the LORD, according to the abominations of the nations whom the LORD had cast out before the children of Israel.
2 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,
3 For he rebuilt the high places which Hezekiah his father had destroyed; he raised up altars for Baal, and made a wooden image, as Ahab king of Israel had done; and he worshiped all the host of heaven and served them.
3 καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ καὶ ἐποίησε τὰ ἄλση, καθὼς ἐποίησε Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.
4 He also built altars in the house of the LORD, of which the LORD had said, “In Jerusalem I will put My name.”
4 καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν· ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά μου,
5 And he built altars for all the host of heaven in the two courts of the house of the LORD.
5 καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου
6 Also he made his son pass through the fire, practiced soothsaying, used witchcraft, and consulted spiritists and mediums. He did much evil in the sight of the LORD, to provoke Him to anger.
6 καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησε τεμένη καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
7 He even set a carved image of Asherah that he had made, in the house of which the LORD had said to David and to Solomon his son, “In this house and in Jerusalem, which I have chosen out of all the tribes of Israel, I will put My name forever;
7 καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλήμ, ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα
8 and I will not make the feet of Israel wander anymore from the land which I gave their fathers—only if they are careful to do according to all that I have commanded them, and according to all the law that My servant Moses commanded them.”
8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς.
9 But they paid no attention, and Manasseh seduced them to do more evil than the nations whom the LORD had destroyed before the children of Israel.
9 καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠφάνισε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.
10 And the LORD spoke by His servants the prophets, saying,
10 καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων·
11 “Because Manasseh king of Judah has done these abominations ( he has acted more wickedly than all the Amorites who were before him, and has also made Judah sin with his idols),
11 ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,
12 therefore thus says the LORD God of Israel: ‘Behold, I am bringing such calamity upon Jerusalem and Judah, that whoever hears of it, both his ears will tingle.
12 οὐχ οὕτως, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ,
13 And I will stretch over Jerusalem the measuring line of Samaria and the plummet of the house of Ahab; I will wipe Jerusalem as one wipes a dish, wiping it and turning it upside down.
13 καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ· καὶ ἀπαλείψω τὴν Ἱερουσαλήμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ,
14 So I will forsake the remnant of My inheritance and deliver them into the hand of their enemies; and they shall become victims of plunder to all their enemies,
14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν,
15 because they have done evil in My sight, and have provoked Me to anger since the day their fathers came out of Egypt, even to this day.’ ”
15 ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης.
16 Moreover Manasseh shed very much innocent blood, till he had filled Jerusalem from one end to another, besides his sin by which he made Judah sin, in doing evil in the sight of the LORD.
16 καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.
17 Now the rest of the acts of Manasseh—all that he did, and the sin that he committed—are they not written in the book of the chronicles of the kings of Judah?
17 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα, ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ τῷ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
18 So Manasseh rested with his fathers, and was buried in the garden of his own house, in the garden of Uzza. Then his son Amon reigned in his place.
18 καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπω Ὀζά, καὶ ἐβασίλευσεν Ἀμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
19 Amon was twenty-two years old when he became king, and he reigned two years in Jerusalem. His mother’s name was Meshullemeth the daughter of Haruz of Jotbah.
19 Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλὰμ θυγάτηρ Ἀροῦς ἐξ Ἰετέβα.
20 And he did evil in the sight of the LORD, as his father Manasseh had done.
20 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὼς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ.
21 So he walked in all the ways that his father had walked; and he served the idols that his father had served, and worshiped them.
21 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ, ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς
22 He forsook the LORD God of his fathers, and did not walk in the way of the LORD.
22 καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου.
23 Then the servants of Amon conspired against him, and killed the king in his own house.
23 καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼν πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.
24 But the people of the land executed all those who had conspired against King Amon. Then the people of the land made his son Josiah king in his place.
24 καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμὼν καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ.
25 Now the rest of the acts of Amon which he did, are they not written in the book of the chronicles of the kings of Judah?
25 καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμών, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
26 And he was buried in his tomb in the garden of Uzza. Then Josiah his son reigned in his place.
26 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά, καὶ ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
NKJV translation