en
Old Testament
1 And it came to pass, when the LORD was about to take up Elijah into heaven by a whirlwind, that Elijah went with Elisha from Gilgal.
1 ΚΑΙ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.
2 Then Elijah said to Elisha, “Stay here, please, for the LORD has sent me on to Bethel.” But Elisha said, “As the LORD lives, and as your soul lives, I will not leave you!” So they went down to Bethel.
2 καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.
3 Now the sons of the prophets who were at Bethel came out to Elisha, and said to him, “Do you know that the LORD will take away your master from over you today?” And he said, “Yes, I know; keep silent!”
3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε.
4 Then Elijah said to him, “Elisha, stay here, please, for the LORD has sent me on to Jericho.” But he said, “As the LORD lives, and as your soul lives, I will not leave you!” So they came to Jericho.
4 καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
5 Now the sons of the prophets who were at Jericho came to Elisha and said to him, “Do you know that the LORD will take away your master from over you today?” So he answered, “Yes, I know; keep silent!”
5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.
6 Then Elijah said to him, “Stay here, please, for the LORD has sent me on to the Jordan.” But he said, “As the LORD lives, and as your soul lives, I will not leave you!” So the two of them went on.
6 καὶ εἶπεν αὐτῷ Ἠλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι·
7 And fifty men of the sons of the prophets went and stood facing them at a distance, while the two of them stood by the Jordan.
7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.
8 Now Elijah took his mantle, rolled it up, and struck the water; and it was divided this way and that, so that the two of them crossed over on dry ground.
8 καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
9 And so it was, when they had crossed over, that Elijah said to Elisha, “Ask! What may I do for you, before I am taken away from you?” Elisha said, “Please let a double portion of your spirit be upon me.”
9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν Ἑλισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ.
10 So he said, “You have asked a hard thing. Nevertheless, if you see me when I am taken from you, it shall be so for you; but if not, it shall not be so.”
10 καὶ εἶπεν Ἠλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
11 Then it happened, as they continued on and talked, that suddenly a chariot of fire appeared with horses of fire, and separated the two of them; and Elijah went up by a whirlwind into heaven.
11 καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
12 And Elisha saw it, and he cried out, “My father, my father, the chariot of Israel and its horsemen!” So he saw him no more. And he took hold of his own clothes and tore them into two pieces.
12 καὶ Ἑλισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ρήγματα.
13 He also took up the mantle of Elijah that had fallen from him, and went back and stood by the bank of the Jordan.
13 καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ, καὶ ἐπέστρεψεν Ἑλισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου·
14 Then he took the mantle of Elijah that had fallen from him, and struck the water, and said, “Where is the LORD God of Elijah?” And when he also had struck the water, it was divided this way and that; and Elisha crossed over.
14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ἑλισαιέ.
15 Now when the sons of the prophets who were from Jericho saw him, they said, “The spirit of Elijah rests on Elisha.” And they came to meet him, and bowed to the ground before him.
15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.
16 Then they said to him, “Look now, there are fifty strong men with your servants. Please let them go and search for your master, lest perhaps the Spirit of the LORD has taken him up and cast him upon some mountain or into some valley.” And he said, “You shall not send anyone.”
16 καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἑλισαιέ· οὐκ ἀποστελεῖτε.
17 But when they urged him till he was ashamed, he said, “Send them!” Therefore they sent fifty men, and they searched for three days but did not find him.
17 καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν.
18 And when they came back to him, for he had stayed in Jericho, he said to them, “Did I not say to you, ‘Do not go’?”
18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ, καὶ εἶπεν Ἑλισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
19 Then the men of the city said to Elisha, “Please notice, the situation of this city is pleasant, as my lord sees; but the water is bad, and the ground barren.”
19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.
20 And he said, “Bring me a new bowl, and put salt in it.” So they brought it to him.
20 καὶ εἶπεν Ἑλισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν.
21 Then he went out to the source of the water, and cast in the salt there, and said, “Thus says the LORD: ‘I have healed this water; from it there shall be no more death or barrenness.’ ”
21 καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.
22 So the water remains healed to this day, according to the word of Elisha which he spoke.
22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ρῆμα Ἑλισαιέ, ὃ ἐλάλησε.
23 Then he went up from there to Bethel; and as he was going up the road, some youths came from the city and mocked him, and said to him, “Go up, you baldhead! Go up, you baldhead!”
23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.
24 So he turned around and looked at them, and pronounced a curse on them in the name of the LORD. And two female bears came out of the woods and mauled forty-two of the youths.
24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
25 Then he went from there to Mount Carmel, and from there he returned to Samaria.
25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
NKJV translation