en
Old Testament
1 Now it came to pass in the third year of Hoshea the son of Elah, king of Israel, that Hezekiah the son of Ahaz, king of Judah, began to reign.
1 ΚΑΙ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἄχαζ βασιλέως Ἰούδα.
2 He was twenty-five years old when he became king, and he reigned twenty-nine years in Jerusalem. His mother’s name was Abi the daughter of Zechariah.
2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἄβου θυγάτηρ Ζαχαρίου.
3 And he did what was right in the sight of the LORD, according to all that his father David had done.
3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
4 He removed the high places and broke the sacred pillars, cut down the wooden image and broke in pieces the bronze serpent that Moses had made; for until those days the children of Israel burned incense to it, and called it Nehushtan.
4 αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
5 He trusted in the LORD God of Israel, so that after him was none like him among all the kings of Judah, nor who were before him.
5 ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ ἤλπισε, καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ·
6 For he held fast to the LORD; he did not depart from following Him, but kept His commandments, which the LORD had commanded Moses.
6 καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·
7 The LORD was with him; he prospered wherever he went. And he rebelled against the king of Assyria and did not serve him.
7 καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκε. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
8 He subdued the Philistines, as far as Gaza and its territory, from watchtower to fortified city.
8 αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.
9 Now it came to pass in the fourth year of King Hezekiah, which was the seventh year of Hoshea the son of Elah, king of Israel, that Shalmaneser king of Assyria came up against Samaria and besieged it.
9 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ) ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾿ αὐτήν·
10 And at the end of three years they took it. In the sixth year of Hezekiah, that is, the ninth year of Hoshea king of Israel, Samaria was taken.
10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἐζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσηὲ βασιλεῖ Ἰσραήλ), καὶ συνελήφθη Σαμάρεια.
11 Then the king of Assyria carried Israel away captive to Assyria, and put them in Halah and by the Habor, the River of Gozan, and in the cities of the Medes,
11 καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων,
12 because they did not obey the voice of the LORD their God, but transgressed His covenant and all that Moses the servant of the LORD had commanded; and they would neither hear nor do them.
12 ἀνθ᾿ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.
13 And in the fourteenth year of King Hezekiah, Sennacherib king of Assyria came up against all the fortified cities of Judah and took them.
13 Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
14 Then Hezekiah king of Judah sent to the king of Assyria at Lachish, saying, “I have done wrong; turn away from me; whatever you impose on me I will pay.” And the king of Assyria assessed Hezekiah king of Judah three hundred talents of silver and thirty talents of gold.
14 καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς λέγων· ἡμάρτηκα, ἀποστράφηθι ἀπ᾿ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾿ ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἐζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.
15 So Hezekiah gave him all the silver that was found in the house of the LORD and in the treasuries of the king’s house.
15 καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.
16 At that time Hezekiah stripped the gold from the doors of the temple of the LORD, and from the pillars which Hezekiah king of Judah had overlaid, and gave it to the king of Assyria.
16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἐζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν Ἐζεκίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.
17 Then the king of Assyria sent the Tartan, the Rabsaris, and the Rabshakeh from Lachish, with a great army against Jerusalem, to King Hezekiah. And they went up and came to Jerusalem. When they had come up, they went and stood by the aqueduct from the upper pool, which was on the highway to the Fuller’s Field.
17 καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θαρθὰν καὶ τὸν Ραφὶς καὶ τὸν Ραψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἐζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
18 And when they had called to the king, Eliakim the son of Hilkiah, who was over the household, Shebna the scribe, and Joah the son of Asaph, the recorder, came out to them.
18 καὶ ἐβόησαν πρὸς Ἐζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ υἱὸς Σαφὰτ ὁ ἀναμιμνῃ£σκων.
19 Then the Rabshakeh said to them, “Say now to Hezekiah, ‘Thus says the great king, the king of Assyria: “What confidence is this in which you trust?
19 καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· εἴπατε δὴ πρὸς Ἐζεκίαν· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων· τί ἡ πεποίθησις αὕτη, ἣν πέποιθας;
20 You speak of having plans and power for war; but they are mere words. And in whom do you trust, that you rebel against me?
20 εἶπας· πλὴν λόγοι χειλέων, βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;
21 Now look! You are trusting in the staff of this broken reed, Egypt, on which if a man leans, it will go into his hand and pierce it. So is Pharaoh king of Egypt to all who trust in him.
21 νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον; ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσι τοῖς πεποιθόσιν ἐπ᾿ αὐτόν.
22 But if you say to me, ‘We trust in the LORD our God,’ is it not He whose high places and whose altars Hezekiah has taken away, and said to Judah and Jerusalem, ‘You shall worship before this altar in Jerusalem’?” ’
22 καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἱερουσαλήμ;
23 Now therefore, I urge you, give a pledge to my master the king of Assyria, and I will give you two thousand horses—if you are able on your part to put riders on them!
23 καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾿ αὐτούς.
24 How then will you repel one captain of the least of my master’s servants, and put your trust in Egypt for chariots and horsemen?
24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾿ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.
25 Have I now come up without the LORD against this place to destroy it? The LORD said to me, ‘Go up against this land, and destroy it.’ ”
25 καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.
26 Then Eliakim the son of Hilkiah, Shebna, and Joah said to the Rabshakeh, “Please speak to your servants in Aramaic, for we understand it; and do not speak to us in Hebrew in the hearing of the people who are on the wall.”
26 καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ραψάκην· λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν Ἰουδαϊστί, καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;
27 But the Rabshakeh said to them, “Has my master sent me to your master and to you to speak these words, and not to the men who sit on the wall, who will eat and drink their own waste with you?”
27 καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾿ ὑμῶν ἅμα;
28 Then the Rabshakeh stood and called out with a loud voice in Hebrew, and spoke, saying, “Hear the word of the great king, the king of Assyria!
28 καὶ ἔστη Ραψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ ἐλάλησε καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων·
29 Thus says the king: ‘Do not let Hezekiah deceive you, for he shall not be able to deliver you from his hand;
29 τάδε λέγει ὁ βασιλεύς· μὴ ἐπαιρέτω ὑμᾶς Ἐζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου.
30 nor let Hezekiah make you trust in the LORD, saying, “The LORD will surely deliver us; this city shall not be given into the hand of the king of Assyria.” ’
30 καὶ μὴ ἐλπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς Κύριον λέγων· ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.
31 Do not listen to Hezekiah; for thus says the king of Assyria: ‘Make peace with me by a present and come out to me; and every one of you eat from his own vine and every one from his own fig tree, and every one of you drink the waters of his own cistern;
31 μὴ ἀκούετε Ἐζεκίου· ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· ποιήσατε μετ᾿ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,
32 until I come and take you away to a land like your own land, a land of grain and new wine, a land of bread and vineyards, a land of olive groves and honey, that you may live and not die. But do not listen to Hezekiah, lest he persuade you, saying, “The LORD will deliver us.”
32 ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων· Κύριος ρήσεται ὑμᾶς.
33 Has any of the gods of the nations at all delivered its land from the hand of the king of Assyria?
33 μὴ ρυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;
34 Where are the gods of Hamath and Arpad? Where are the gods of Sepharvaim and Hena and Ivah? Indeed, have they delivered Samaria from my hand?
34 ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαουραΐμ, Ἀνὰ καὶ Ἀβά, ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;
35 Who among all the gods of the lands have delivered their countries from my hand, that the LORD should deliver Jerusalem from my hand?’ ”
35 τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;
36 But the people held their peace and answered him not a word; for the king’s commandment was, “Do not answer him.”
36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων· οὐκ ἀποκριθήσεσθε αὐτῷ.
37 Then Eliakim the son of Hilkiah, who was over the household, Shebna the scribe, and Joah the son of Asaph, the recorder, came to Hezekiah with their clothes torn, and told him the words of the Rabshakeh.
37 καὶ εἰσῆλθεν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς Ἐζεκίαν, διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.
NKJV translation