en
Old Testament
1 In the second year of Joash the son of Jehoahaz, king of Israel, Amaziah the son of Joash, king of Judah, became king.
1 ΕΝ ἔτει δευτέρῳ τῶ Ἰωὰς υἱῷ Ἰωάχαζ βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα.
2 He was twenty-five years old when he became king, and he reigned twenty-nine years in Jerusalem. His mother’s name was Jehoaddan of Jerusalem.
2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδὶμ ἐξ Ἱερουσαλήμ.
3 And he did what was right in the sight of the LORD, yet not like his father David; he did everything as his father Joash had done.
3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε·
4 However the high places were not taken away, and the people still sacrificed and burned incense on the high places.
4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
5 Now it happened, as soon as the kingdom was established in his hand, that he executed his servants who had murdered his father the king.
5 καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
6 But the children of the murderers he did not execute, according to what is written in the Book of the Law of Moses, in which the LORD commanded, saying, “Fathers shall not be put to death for their children, nor shall children be put to death for their fathers; but a person shall be put to death for his own sin.”
6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.
7 He killed ten thousand Edomites in the Valley of Salt, and took Sela by war, and called its name Joktheel to this day.
7 αὐτὸς ἐπάταξε τὴν Ἐδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.
8 Then Amaziah sent messengers to Jehoash the son of Jehoahaz, the son of Jehu, king of Israel, saying, “Come, let us face one another in battle.”
8 τότε ἀπέστειλεν Ἀμεσσίας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ λέγων· δεῦρο ὀφθῶμεν προσώποις.
9 And Jehoash king of Israel sent to Amaziah king of Judah, saying, “The thistle that was in Lebanon sent to the cedar that was in Lebanon, saying, ‘Give your daughter to my son as wife’; and a wild beast that was in Lebanon passed by and trampled the thistle.
9 καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα λέγων· ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα.
10 You have indeed defeated Edom, and your heart has lifted you up. Glory in that, and stay at home; for why should you meddle with trouble so that you fall—you and Judah with you?”
10 τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ.
11 But Amaziah would not heed. Therefore Jehoash king of Israel went out; so he and Amaziah king of Judah faced one another at Beth Shemesh, which belongs to Judah.
11 καὶ οὐκ ἤκουσεν Ἀμεσσίας. καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰούδα·
12 And Judah was defeated by Israel, and every man fled to his tent.
12 καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
13 Then Jehoash king of Israel captured Amaziah king of Judah, the son of Jehoash, the son of Ahaziah, at Beth Shemesh; and he went to Jerusalem, and broke down the wall of Jerusalem from the Gate of Ephraim to the Corner Gate—four hundred cubits.
13 καὶ τὸν Ἀμεσσίαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζίου συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμύς. καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
14 And he took all the gold and silver, all the articles that were found in the house of the LORD and in the treasuries of the king’s house, and hostages, and returned to Samaria.
14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.
15 Now the rest of the acts of Jehoash which he did—his might, and how he fought with Amaziah king of Judah—are they not written in the book of the chronicles of the kings of Israel?
15 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάς, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
16 So Jehoash rested with his fathers, and was buried in Samaria with the kings of Israel. Then Jeroboam his son reigned in his place.
16 καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
17 Amaziah the son of Joash, king of Judah, lived fifteen years after the death of Jehoash the son of Jehoahaz, king of Israel.
17 καὶ ἔζησεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωάχαζ βασιλέα Ἰσραὴλ πεντεκαίδεκα ἔτη.
18 Now the rest of the acts of Amaziah, are they not written in the book of the chronicles of the kings of Judah?
18 καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
19 And they formed a conspiracy against him in Jerusalem, and he fled to Lachish; but they sent after him to Lachish and killed him there.
19 καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
20 Then they brought him on horses, and he was buried at Jerusalem with his fathers in the City of David.
20 καὶ ᾖραν αὐτὸν ἐφ᾿ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
21 And all the people of Judah took Azariah, who was sixteen years old, and made him king instead of his father Amaziah.
21 καὶ ἔλαβε πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν ~καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν~ καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσίου.
22 He built Elath and restored it to Judah, after the king rested with his fathers.
22 αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
23 In the fifteenth year of Amaziah the son of Joash, king of Judah, Jeroboam the son of Joash, king of Israel, became king in Samaria, and reigned forty-one years.
23 Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσίου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
24 And he did evil in the sight of the LORD; he did not depart from all the sins of Jeroboam the son of Nebat, who had made Israel sin.
24 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
25 He restored the territory of Israel from the entrance of Hamath to the Sea of the Arabah, according to the word of the LORD God of Israel, which He had spoken through His servant Jonah the son of Amittai, the prophet who was from Gath Hepher.
25 αὐτὸς ἀπέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα κατὰ τὸ ρῆμα Κυρίου Θεοῦ Ἰσραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ.
26 For the LORD saw that the affliction of Israel was very bitter; and whether bond or free, there was no helper for Israel.
26 ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ.
27 And the LORD did not say that He would blot out the name of Israel from under heaven; but He saved them by the hand of Jeroboam the son of Joash.
27 καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς.
28 Now the rest of the acts of Jeroboam, and all that he did—his might, how he made war, and how he recaptured for Israel, from Damascus and Hamath, what had belonged to Judah—are they not written in the book of the chronicles of the kings of Israel?
28 καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ καὶ πάντα, ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
29 So Jeroboam rested with his fathers, the kings of Israel. Then Zechariah his son reigned in his place.
29 καὶ ἐκοιμήθη Ἱεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
NKJV translation