en
Old Testament
1 Now Ahab had seventy sons in Samaria. And Jehu wrote and sent letters to Samaria, to the rulers of Jezreel, to the elders, and to those who reared Ahab’s sons, saying:
1 ΚΑΙ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων·
2 Now as soon as this letter comes to you, since your master’s sons are with you, and you have chariots and horses, a fortified city also, and weapons,
2 καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,
3 choose the best qualified of your master’s sons, set him on his father’s throne, and fight for your master’s house.
3 καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.
4 But they were exceedingly afraid, and said, “Look, two kings could not stand up to him; how then can we stand?”
4 καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον· ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;
5 And he who was in charge of the house, and he who was in charge of the city, the elders also, and those who reared the sons, sent to Jehu, saying, “We are your servants, we will do all you tell us; but we will not make anyone king. Do what is good in your sight.”
5 καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ λέγοντες· παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν.
6 Then he wrote a second letter to them, saying: If you are for me and will obey my voice, take the heads of the men, your master’s sons, and come to me at Jezreel by this time tomorrow. Now the king’s sons, seventy persons, were with the great men of the city, who were rearing them.
6 καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.
7 So it was, when the letter came to them, that they took the king’s sons and slaughtered seventy persons, put their heads in baskets and sent them to him at Jezreel.
7 καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.
8 Then a messenger came and told him, saying, “They have brought the heads of the king’s sons.” And he said, “Lay them in two heaps at the entrance of the gate until morning.”
8 καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων· ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε· θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ.
9 So it was, in the morning, that he went out and stood, and said to all the people, “You are righteous. Indeed I conspired against my master and killed him; but who killed all these?
9 καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
10 Know now that nothing shall fall to the earth of the word of the LORD which the LORD spoke concerning the house of Ahab; for the LORD has done what He spoke by His servant Elijah.”
10 ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ρήματος Κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
11 So Jehu killed all who remained of the house of Ahab in Jezreel, and all his great men and his close acquaintances and his priests, until he left him none remaining.
11 καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα.
12 And he arose and departed and went to Samaria. On the way, at Beth Eked of the Shepherds,
12 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ,
13 Jehu met with the brothers of Ahaziah king of Judah, and said, “Who are you?” So they answered, “We are the brothers of Ahaziah; we have come down to greet the sons of the king and the sons of the queen mother.”
13 καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ Ὀχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
14 And he said, “Take them alive!” So they took them alive, and killed them at the well of Beth Eked, forty-two men; and he left none of them.
14 καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
15 Now when he departed from there, he met Jehonadab the son of Rechab, coming to meet him; and he greeted him and said to him, “Is your heart right, as my heart is toward your heart?” And Jehonadab answered, “It is.” Jehu said, “If it is, give me your hand.” So he gave him his hand, and he took him up to him into the chariot.
15 καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ρηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν Ἰού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ· ἔστι. καὶ εἶπεν Ἰού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
16 Then he said, “Come with me, and see my zeal for the LORD.” So they had him ride in his chariot.
16 καὶ εἶπε πρὸς αὐτόν· δεῦρο μετ᾿ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
17 And when he came to Samaria, he killed all who remained to Ahab in Samaria, till he had destroyed them, according to the word of the LORD which He spoke to Elijah.
17 καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
18 Then Jehu gathered all the people together, and said to them, “Ahab served Baal a little, Jehu will serve him much.
18 Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς· Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά·
19 Now therefore, call to me all the prophets of Baal, all his servants, and all his priests. Let no one be missing, for I have a great sacrifice for Baal. Whoever is missing shall not live.” But Jehu acted deceptively, with the intent of destroying the worshipers of Baal.
19 καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
20 And Jehu said, “Proclaim a solemn assembly for Baal.” So they proclaimed it.
20 καὶ εἶπεν Ἰού· ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξαν.
21 Then Jehu sent throughout all Israel; and all the worshipers of Baal came, so that there was not a man left who did not come. So they came into the temple of Baal, and the temple of Baal was full from one end to the other.
21 καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ λέγων· καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὅς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
22 And he said to the one in charge of the wardrobe, “Bring out vestments for all the worshipers of Baal.” So he brought out vestments for them.
22 καὶ εἶπεν Ἰοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ· ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
23 Then Jehu and Jehonadab the son of Rechab went into the temple of Baal, and said to the worshipers of Baal, “Search and see that no servants of the LORD are here with you, but only the worshipers of Baal.”
23 καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ρηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ· ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθ᾿ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾿ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
24 So they went in to offer sacrifices and burnt offerings. Now Jehu had appointed for himself eighty men on the outside, and had said, “If any of the men whom I have brought into your hands escapes, whoever lets him escape, it shall be his life for the life of the other.”
24 καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
25 Now it happened, as soon as he had made an end of offering the burnt offering, that Jehu said to the guard and to the captains, “Go in and kill them; let no one come out!” And they killed them with the edge of the sword; then the guards and the officers threw them out, and went into the inner room of the temple of Baal.
25 καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
26 And they brought the sacred pillars out of the temple of Baal and burned them.
26 καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν.
27 Then they broke down the sacred pillar of Baal, and tore down the temple of Baal and made it a refuse dump to this day.
27 καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης.
28 Thus Jehu destroyed Baal from Israel.
28 Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ·
29 However Jehu did not turn away from the sins of Jeroboam the son of Nebat, who had made Israel sin, that is, from the golden calves that were at Bethel and Dan.
29 πλὴν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν.
30 And the LORD said to Jehu, “Because you have done well in doing what is right in My sight, and have done to the house of Ahab all that was in My heart, your sons shall sit on the throne of Israel to the fourth generation.”
30 καὶ εἶπε Κύριος πρὸς Ἰού· ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.
31 But Jehu took no heed to walk in the law of the LORD God of Israel with all his heart; for he did not depart from the sins of Jeroboam, who had made Israel sin.
31 καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
32 In those days the LORD began to cut off parts of Israel; and Hazael conquered them in all the territory of Israel
32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραήλ,
33 from the Jordan eastward: all the land of Gilead—Gad, Reuben, and Manasseh—from Aroer, which is by the River Arnon, including Gilead and Bashan.
33 ἀπὸ τοῦ Ἰορδάνου κατ᾿ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ρουβὴν καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.
34 Now the rest of the acts of Jehu, all that he did, and all his might, are they not written in the book of the chronicles of the kings of Israel?
34 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
35 So Jehu rested with his fathers, and they buried him in Samaria. Then Jehoahaz his son reigned in his place.
35 καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
36 And the period that Jehu reigned over Israel in Samaria was twenty-eight years.
36 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ἰοὺ ἐπὶ Ἰσραήλ, εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ.
NKJV translation