en
Old Testament
1 But Solomon took thirteen years to build his own house; so he finished all his house.
1 ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου,
2 He also built the House of the Forest of Lebanon; its length was one hundred cubits, its width fifty cubits, and its height thirty cubits, with four rows of cedar pillars, and cedar beams on the pillars.
2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμὼν καὶ ἐποίησε πάντα τὰ ἔργα.
3 And it was paneled with cedar above the beams that were on forty-five pillars, fifteen to a row.
3 καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος.
4 There were windows with beveled frames in three rows, and window was opposite window in three tiers.
4 καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου.
5 And all the doorways and doorposts had rectangular frames; and window was opposite window in three tiers.
5 καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ.
6 He also made the Hall of Pillars: its length was fifty cubits, and its width thirty cubits; and in front of them was a portico with pillars, and a canopy was in front of them.
6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ροῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ.
7 Then he made a hall for the throne, the Hall of Judgment, where he might judge; and it was paneled with cedar from floor to ceiling.
7 καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰαχούμ· καὶ ἔστησε τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βαάς.
8 And the house where he dwelt had another court inside the hall, of like workmanship. Solomon also made a house like this hall for Pharaoh’s daughter, whom he had taken as wife.
8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν.
9 All these were of costly stones cut to size, trimmed with saws, inside and out, from the foundation to the eaves, and also on the outside to the great court.
9 καὶ μέλαθρον ἐπ᾿ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει.
10 The foundation was of costly stones, large stones, some ten cubits and some eight cubits.
10 καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν.
11 And above were costly stones, hewn to size, and cedar wood.
11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν
12 The great court was enclosed with three rows of hewn stones and a row of cedar beams. So were the inner court of the house of the LORD and the vestibule of the temple.
12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
13 Now King Solomon sent and brought Huram from Tyre.
13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾿ αὐτῶν ἐπάνωθεν.
14 He was the son of a widow from the tribe of Naphtali, and his father was a man of Tyre, a bronze worker; he was filled with wisdom and understanding and skill in working with all kinds of bronze work. So he came to King Solomon and did all his work.
14 καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει τὸ ὕψος αὐτῆς.
15 And he cast two pillars of bronze, each one eighteen cubits high, and a line of twelve cubits measured the circumference of each.
15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων.
16 Then he made two capitals of cast bronze, to set on the tops of the pillars. The height of one capital was five cubits, and the height of the other capital was five cubits.
16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ Χερουβίμ, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως
17 He made a lattice network, with wreaths of chainwork, for the capitals which were on top of the pillars: seven chains for one capital and seven for the other capital.
17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων.
18 So he made the pillars, and two rows of pomegranates above the network all around to cover the capitals that were on top; and thus he did for the other capital.
18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
19 The capitals which were on top of the pillars in the hall were in the shape of lilies, four cubits.
19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά.
20 The capitals on the two pillars also had pomegranates above, by the convex surface which was next to the network; and there were two hundred such pomegranates in rows on each of the capitals all around.
20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς.
21 Then he set up the pillars by the vestibule of the temple; he set up the pillar on the right and called its name Jachin, and he set up the pillar on the left and called its name Boaz.
21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς.
22 The tops of the pillars were in the shape of lilies. So the work of the pillars was finished.
22 καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν.
23 And he made the Sea of cast bronze, ten cubits from one brim to the other; it was completely round. Its height was five cubits, and a line of thirty cubits measured its circumference.
23 κατ᾿ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἐν πάσαις.
24 Below its brim were ornamental buds encircling it all around, ten to a cubit, all the way around the Sea. The ornamental buds were cast in two rows when it was cast.
24 καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πηχῶν· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνὼθ τῆς μιᾶς ταῖς δέκα μεχωνώθ.
25 It stood on twelve oxen: three looking toward the north, three looking toward the west, three looking toward the south, and three looking toward the east; the Sea was set upon them, and all their back parts pointed inward.
25 καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.
26 It was a handbreadth thick; and its brim was shaped like the brim of a cup, like a lily blossom. It contained two thousand baths.
26 καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου,
27 He also made ten carts of bronze; four cubits was the length of each cart, four cubits its width, and three cubits its height.
27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων,
28 And this was the design of the carts: They had panels, and the panels were between frames;
28 τὰς ροὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ροῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπ᾿ ἀμφοτέροις τοῖς στύλοις,
29 on the panels that were between the frames were lions, oxen, and cherubim. And on the frames was a pedestal on top. Below the lions and oxen were wreaths of plaited work.
29 καὶ τὰ μεχωνὼθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνὼθ
30 Every cart had four bronze wheels and axles of bronze, and its four feet had supports. Under the laver were supports of cast bronze beside each wreath.
30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης
31 Its opening inside the crown at the top was one cubit in diameter; and the opening was round, shaped like a pedestal, one and a half cubits in outside diameter; and also on the opening were engravings, but the panels were square, not round.
31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησε Χιράμ, χαλκᾶ ἄρδην·
32 Under the panels were the four wheels, and the axles of the wheels were joined to the cart. The height of a wheel was one and a half cubits.
32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ.
33 The workmanship of the wheels was like the workmanship of a chariot wheel; their axle pins, their rims, their spokes, and their hubs were all of cast bronze.
33 ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά.
34 And there were four supports at the four corners of each cart; its supports were part of the cart itself.
34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐφ᾿ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν,
35 On the top of the cart, at the height of half a cubit, it was perfectly round. And on the top of the cart, its flanges and its panels were of the same casting.
35 καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβίρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς
36 On the plates of its flanges and on its panels he engraved cherubim, lions, and palm trees, wherever there was a clear space on each, with wreaths all around.
36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρυβλία καὶ αἱ θυΐσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς.
37 Thus he made the ten carts. All of them were of the same mold, one measure, and one shape.
37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου, καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.
38 Then he made ten lavers of bronze; each laver contained forty baths, and each laver was four cubits. On each of the ten carts was a laver.
38 Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι.
39 And he put five carts on the right side of the house, and five on the left side of the house. He set the Sea on the right side of the house, toward the southeast.
39 καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
40 Huram made the lavers and the shovels and the bowls. So Huram finished doing all the work that he was to do for King Solomon for the house of the LORD:
40 καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ὁ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος·
41 the two pillars, the two bowl-shaped capitals that were on top of the two pillars; the two networks covering the two bowl-shaped capitals which were on top of the pillars;
41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς·
42 four hundred pomegranates for the two networks (two rows of pomegranates for each network, to cover the two bowl-shaped capitals that were on top of the pillars);
42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς.
43 the ten carts, and ten lavers on the carts;
43 καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πεντήκοντα ἐν πλάτει, ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμίμ.
44 one Sea, and twelve oxen under the Sea;
44 καὶ τὸ αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου.
45 the pots, the shovels, and the bowls. All these articles which Huram made for King Solomon for the house of the LORD were of burnished bronze.
45 καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραώ, ἣν ἔλαβε Σαλωμών, κατὰ τὸ αἰλὰμ τοῦτο.
46 In the plain of Jordan the king had them cast in clay molds, between Succoth and Zaretan.
46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
47 And Solomon did not weigh all the articles, because there were so many; the weight of the bronze was not determined.
47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι,
48 Thus Solomon had all the furnishings made for the house of the LORD: the altar of gold, and the table of gold on which was the showbread;
48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις.
49 the lampstands of pure gold, five on the right side and five on the left in front of the inner sanctuary, with the flowers and the lamps and the wick-trimmers of gold;
49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.
50 the basins, the trimmers, the bowls, the ladles, and the censers of pure gold; and the hinges of gold, both for the doors of the inner room (the Most Holy Place) and for the doors of the main hall of the temple.
51 So all the work that King Solomon had done for the house of the LORD was finished; and Solomon brought in the things which his father David had dedicated: the silver and the gold and the furnishings. He put them in the treasuries of the house of the LORD.
NKJV translation