en
Old Testament
1 And it came to pass after many days that the word of the LORD came to Elijah, in the third year, saying, “Go, present yourself to Ahab, and I will send rain on the earth.”
1 ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς Ἠλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων· πορεύθητι καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
2 So Elijah went to present himself to Ahab; and there was a severe famine in Samaria.
2 καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
3 And Ahab had called Obadiah, who was in charge of his house. (Now Obadiah feared the LORD greatly.
3 καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδιοὺ τὸν οἰκονόμον· (καὶ Ἀβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα,
4 For so it was, while Jezebel massacred the prophets of the LORD, that Obadiah had taken one hundred prophets and hidden them, fifty to a cave, and had fed them with bread and water.)
4 καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου καὶ ἔλαβεν Ἀβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·)
5 And Ahab had said to Obadiah, “Go into the land to all the springs of water and to all the brooks; perhaps we may find grass to keep the horses and mules alive, so that we will not have to kill any livestock.”
5 καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδιού· δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.
6 So they divided the land between them to explore it; Ahab went one way by himself, and Obadiah went another way by himself.
6 καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ καὶ Ἀβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
7 Now as Obadiah was on his way, suddenly Elijah met him; and he recognized him, and fell on his face, and said, “Is that you, my lord Elijah?”
7 καὶ ἦν Ἀβδιοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ἠλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδιοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτός, κύριέ μου Ἠλιού;
8 And he answered him, “It is I. Go, tell your master, ‘Elijah is here.’ ”
8 καὶ εἶπεν Ἠλιοὺ αὐτῷ· ἐγώ. πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ Ἠλιού.
9 So he said, “How have I sinned, that you are delivering your servant into the hand of Ahab, to kill me?
9 καὶ εἶπεν Ἀβδιού· τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με;
10 As the LORD your God lives, there is no nation or kingdom where my master has not sent someone to hunt for you; and when they said, ‘He is not here,’ he took an oath from the kingdom or nation that they could not find you.
10 ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἰ εἶπον· οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε.
11 And now you say, ‘Go, tell your master, “Elijah is here” ’!
11 καὶ νῦν σὺ λέγεις· πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου· ἰδοὺ Ἠλιού.
12 And it shall come to pass, as soon as I am gone from you, that the Spirit of the LORD will carry you to a place I do not know; so when I go and tell Ahab, and he cannot find you, he will kill me. But I your servant have feared the LORD from my youth.
12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαάβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
13 Was it not reported to my lord what I did when Jezebel killed the prophets of the LORD, how I hid one hundred men of the LORD’s prophets, fifty to a cave, and fed them with bread and water?
13 ᾖ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
14 And now you say, ‘Go, tell your master, “Elijah is here.” ’ He will kill me!”
14 καὶ νῦν σὺ λέγεις μοι· πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ Ἠλιού· καὶ ἀποκτενεῖ με;
15 Then Elijah said, “As the LORD of hosts lives, before whom I stand, I will surely present myself to him today.”
15 καὶ εἶπεν Ἠλιού· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
16 So Obadiah went to meet Ahab, and told him; and Ahab went to meet Elijah.
16 καὶ ἐπορεύθη Ἀβδιοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Ἀχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλιού.
17 Then it happened, when Ahab saw Elijah, that Ahab said to him, “Is that you, O troubler of Israel?”
17 Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιού· εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ;
18 And he answered, “I have not troubled Israel, but you and your father’s house have, in that you have forsaken the commandments of the LORD and have followed the Baals.
18 καὶ εἶπεν Ἠλιού· οὐ διαστρέφω τὸν Ἰσραήλ, ὅτι ἀλλ᾿ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ.
19 Now therefore, send and gather all Israel to me on Mount Carmel, the four hundred and fifty prophets of Baal, and the four hundred prophets of Asherah, who eat at Jezebel’s table.”
19 καὶ νῦν ἀπόστειλον, συνάθροισον πρός με πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίου ἐσθίοντας τράπεζαν Ἰεζάβελ.
20 So Ahab sent for all the children of Israel, and gathered the prophets together on Mount Carmel.
20 καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
21 And Elijah came to all the people, and said, “How long will you falter between two opinions? If the LORD is God, follow Him; but if Baal, follow him.” But the people answered him not a word.
21 καὶ προσήγαγεν Ἠλιοὺ πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ἠλιού· ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
22 Then Elijah said to the people, “I alone am left a prophet of the LORD; but Baal’s prophets are four hundred and fifty men.
22 καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
23 Therefore let them give us two bulls; and let them choose one bull for themselves, cut it in pieces, and lay it on the wood, but put no fire under it; and I will prepare the other bull, and lay it on the wood, but put no fire under it.
23 δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.
24 Then you call on the name of your gods, and I will call on the name of the LORD; and the God who answers by fire, He is God.” So all the people answered and said, “It is well spoken.”
24 καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου, καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος Θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον· καλὸν τὸ ρῆμα, ὃ ἐλάλησας.
25 Now Elijah said to the prophets of Baal, “Choose one bull for yourselves and prepare it first, for you are many; and call on the name of your god, but put no fire under it.”
25 καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης· ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε.
26 So they took the bull which was given them, and they prepared it, and called on the name of Baal from morning even till noon, saying, “O Baal, hear us!” But there was no voice; no one answered. Then they leaped about the altar which they had made.
26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας καὶ εἶπον· ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν.
27 And so it was, at noon, that Elijah mocked them and said, “Cry aloud, for he is a god; either he is meditating, or he is busy, or he is on a journey, or perhaps he is sleeping and must be awakened.”
27 καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλιοὺ ὁ Θεσβίτης καὶ εἶπεν· ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
28 So they cried aloud, and cut themselves, as was their custom, with knives and lances, until the blood gushed out on them.
28 καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾿ αὐτούς·
29 And when midday was past, they prophesied until the time of the offering of the evening sacrifice. But there was no voice; no one answered, no one paid attention.
29 καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή. καὶ ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων· μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. καὶ μετέστησαν, καὶ ἀπῆλθον.
30 Then Elijah said to all the people, “Come near to me.” So all the people came near to him. And he repaired the altar of the LORD that was broken down.
30 καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· προσαγάγετε πρός με· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν.
31 And Elijah took twelve stones, according to the number of the tribes of the sons of Jacob, to whom the word of the LORD had come, saying, “Israel shall be your name.”
31 καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.
32 Then with the stones he built an altar in the name of the LORD; and he made a trench around the altar large enough to hold two seahs of seed.
32 καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
33 And he put the wood in order, cut the bull in pieces, and laid it on the wood, and said, “Fill four waterpots with water, and pour it on the burnt sacrifice and on the wood.”
33 καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον καὶ εἶπε· λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως.
34 Then he said, “Do it a second time,” and they did it a second time; and he said, “Do it a third time,” and they did it a third time.
34 καὶ εἶπε· δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπε· τρισσώσατε· καὶ ἐτρίσσευσαν.
35 So the water ran all around the altar; and he also filled the trench with water.
35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.
36 And it came to pass, at the time of the offering of the evening sacrifice, that Elijah the prophet came near and said, “LORD God of Abraham, Isaac, and Israel, let it be known this day that You are God in Israel and I am Your servant, and that I have done all these things at Your word.
36 καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ ἐγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
37 Hear me, O LORD, hear me, that this people may know that You are the LORD God, and that You have turned their hearts back to You again.”
37 ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
38 Then the fire of the LORD fell and consumed the burnt sacrifice, and the wood and the stones and the dust, and it licked up the water that was in the trench.
38 καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.
39 Now when all the people saw it, they fell on their faces; and they said, “The LORD, He is God! The LORD, He is God!”
39 καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ὁ Θεός.
40 And Elijah said to them, “Seize the prophets of Baal! Do not let one of them escape!” So they seized them; and Elijah brought them down to the Brook Kishon and executed them there.
40 καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
41 Then Elijah said to Ahab, “Go up, eat and drink; for there is the sound of abundance of rain.”
41 Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαάβ· ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
42 So Ahab went up to eat and drink. And Elijah went up to the top of Carmel; then he bowed down on the ground, and put his face between his knees,
42 καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀνὰ μέσον τῶν γονάτων αὐτοῦ.
43 and said to his servant, “Go up now, look toward the sea.” So he went up and looked, and said, “There is nothing.” And seven times he said, “Go again.”
43 καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν· οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν Ἠλιού· καὶ σὺ ἐπίστρεψον ἑπτάκις·
44 Then it came to pass the seventh time, that he said, “There is a cloud, as small as a man’s hand, rising out of the sea!” So he said, “Go up, say to Ahab, ‘Prepare your chariot, and go down before the rain stops you.’ ”
44 καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις. καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν· ἀνάβηθι καὶ εἶπον τῷ Ἀχαάβ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
45 Now it happened in the meantime that the sky became black with clouds and wind, and there was a heavy rain. So Ahab rode away and went to Jezreel.
45 καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἰεζράελ.
46 Then the hand of the LORD came upon Elijah; and he girded up his loins and ran ahead of Ahab to the entrance of Jezreel.
46 καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιού, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ ἕως Ἰεζράελ.
NKJV translation