en
Old Testament
1 And Elijah the Tishbite, of the inhabitants of Gilead, said to Ahab, “As the LORD God of Israel lives, before whom I stand, there shall not be dew nor rain these years, except at my word.”
1 ΚΑΙ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
2 Then the word of the LORD came to him, saying,
2 καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·
3 “Get away from here and turn eastward, and hide by the Brook Cherith, which flows into the Jordan.
3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου·
4 And it will be that you shall drink from the brook, and I have commanded the ravens to feed you there.”
4 καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
5 So he went and did according to the word of the LORD, for he went and stayed by the Brook Cherith, which flows into the Jordan.
5 καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
6 The ravens brought him bread and meat in the morning, and bread and meat in the evening; and he drank from the brook.
6 καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
7 And it happened after a while that the brook dried up, because there had been no rain in the land.
7 καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
8 Then the word of the LORD came to him, saying,
8 καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Ἠλιού·
9 “Arise, go to Zarephath, which belongs to Sidon, and dwell there. See, I have commanded a widow there to provide for you.”
9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
10 So he arose and went to Zarephath. And when he came to the gate of the city, indeed a widow was there gathering sticks. And he called to her and said, “Please bring me a little water in a cup, that I may drink.”
10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
11 And as she was going to get it, he called to her and said, “Please bring me a morsel of bread in your hand.”
11 καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.
12 So she said, “As the LORD your God lives, I do not have bread, only a handful of flour in a bin, and a little oil in a jar; and see, I am gathering a couple of sticks that I may go in and prepare it for myself and my son, that we may eat it, and die.”
12 καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
13 And Elijah said to her, “Do not fear; go and do as you have said, but make me a small cake from it first, and bring it to me; and afterward make some for yourself and your son.
13 καὶ εἶπε πρὸς αὐτὴν Ἠλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ·
14 For thus says the LORD God of Israel: ‘The bin of flour shall not be used up, nor shall the jar of oil run dry, until the day the LORD sends rain on the earth.’ ”
14 ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
15 So she went away and did according to the word of Elijah; and she and he and her household ate for many days.
15 καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
16 The bin of flour was not used up, nor did the jar of oil run dry, according to the word of the LORD which He spoke by Elijah.
16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού.
17 Now it happened after these things that the son of the woman who owned the house became sick. And his sickness was so serious that there was no breath left in him.
17 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
18 So she said to Elijah, “What have I to do with you, O man of God? Have you come to me to bring my sin to remembrance, and to kill my son?”
18 καὶ εἶπε πρὸς Ἠλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;
19 And he said to her, “Give me your son.” So he took him out of her arms and carried him to the upper room where he was staying, and laid him on his own bed.
19 καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.
20 Then he cried out to the LORD and said, “O LORD my God, have You also brought tragedy on the widow with whom I lodge, by killing her son?”
20 καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
21 And he stretched himself out on the child three times, and cried out to the LORD and said, “O LORD my God, I pray, let this child’s soul come back to him.”
21 καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
22 Then the LORD heard the voice of Elijah; and the soul of the child came back to him, and he revived.
22 καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον.
23 And Elijah took the child and brought him down from the upper room into the house, and gave him to his mother. And Elijah said, “See, your son lives!”
23 καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιού· βλέπε, ζῇ ὁ υἱός σου.
24 Then the woman said to Elijah, “Now by this I know that you are a man of God, and that the word of the LORD in your mouth is the truth.”
24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.
NKJV translation