en
Old Testament
1 But King Solomon loved many foreign women, as well as the daughter of Pharaoh: women of the Moabites, Ammonites, Edomites, Sidonians, and Hittites—
1 ΚΑΙ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας,
2 from the nations of whom the LORD had said to the children of Israel, “You shall not intermarry with them, nor they with you. Surely they will turn away your hearts after their gods.” Solomon clung to these in love.
2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι
3 And he had seven hundred wives, princesses, and three hundred concubines; and his wives turned away his heart.
3 Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.]
4 For it was so, when Solomon was old, that his wives turned his heart after other gods; and his heart was not loyal to the LORD his God, as was the heart of his father David.
4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
5 For Solomon went after Ashtoreth the goddess of the Sidonians, and after Milcom the abomination of the Ammonites.
5 τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν
6 Solomon did evil in the sight of the LORD, and did not fully follow the LORD, as did his father David.
6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων,
7 Then Solomon built a high place for Chemosh the abomination of Moab, on the hill that is east of Jerusalem, and for Molech the abomination of the people of Ammon.
7 καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
8 And he did likewise for all his foreign wives, who burned incense and sacrificed to their gods.
8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
9 So the LORD became angry with Solomon, because his heart had turned from the LORD God of Israel, who had appeared to him twice,
9 καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς
10 and had commanded him concerning this thing, that he should not go after other gods; but he did not keep what the LORD had commanded.
10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
11 Therefore the LORD said to Solomon, “Because you have done this, and have not kept My covenant and My statutes, which I have commanded you, I will surely tear the kingdom away from you and give it to your servant.
11 καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
12 Nevertheless I will not do it in your days, for the sake of your father David; I will tear it out of the hand of your son.
12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν.
13 However I will not tear away the whole kingdom; I will give one tribe to your son for the sake of My servant David, and for the sake of Jerusalem which I have chosen.”
13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην.
14 Now the LORD raised up an adversary against Solomon, Hadad the Edomite; he was a descendant of the king in Edom.
14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαέ, τὸν ἐν Ραεμμὰθ Ἀδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ·
15 For it happened, when David was in Edom, and Joab the commander of the army had gone up to bury the slain, after he had killed every male in Edom
15 καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ ~
16 (because for six months Joab remained there with all Israel, until he had cut down every male in Edom),
16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ~
17 that Hadad fled to go to Egypt, he and certain Edomites of his father’s servants with him. Hadad was still a little child.
17 καὶ ἀπέδρα Ἄδερ, αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν.
18 Then they arose from Midian and came to Paran; and they took men with them from Paran and came to Egypt, to Pharaoh king of Egypt, who gave him a house, apportioned food for him, and gave him land.
18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
19 And Hadad found great favor in the sight of Pharaoh, so that he gave him as wife the sister of his own wife, that is, the sister of Queen Tahpenes.
19 καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω.
20 Then the sister of Tahpenes bore him Genubath his son, whom Tahpenes weaned in Pharaoh’s house. And Genubath was in Pharaoh’s household among the sons of Pharaoh.
20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
21 So when Hadad heard in Egypt that David rested with his fathers, and that Joab the commander of the army was dead, Hadad said to Pharaoh, “Let me depart, that I may go to my own country.”
21 καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Ἄδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
22 Then Pharaoh said to him, “But what have you lacked with me, that suddenly you seek to go to your own country?” So he answered, “Nothing, but do let me go anyway.”
22 καὶ εἶπε Φαραὼ τῷ Ἄδερ· τίνι σὺ ἐλαττονῇ μετ᾿ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία, ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν ἐν Ἰσραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ Ἐδώμ
23 And God raised up another adversary against him, Rezon the son of Eliadah, who had fled from his lord, Hadadezer king of Zobah.
23 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν Ἐλιαδαὲ τὸν Βαραμεὲθ Ἀδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ.
24 So he gathered men to him and became captain over a band of raiders, when David killed those of Zobah. And they went to Damascus and dwelt there, and reigned in Damascus.
24 καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ
25 He was an adversary of Israel all the days of Solomon (besides the trouble that Hadad caused); and he abhorred Israel, and reigned over Syria.
25 καὶ ἐγένετο ἀντικείμενος τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.
26 Then Solomon’s servant, Jeroboam the son of Nebat, an Ephraimite from Zereda, whose mother’s name was Zeruah, a widow, also rebelled against the king.
26 Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών.
27 And this is what caused him to rebel against the king: Solomon had built the Millo and repaired the damages to the City of David his father.
27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῃ£ρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
28 The man Jeroboam was a mighty man of valor; and Solomon, seeing that the young man was industrious, made him the officer over all the labor force of the house of Joseph.
28 καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
29 Now it happened at that time, when Jeroboam went out of Jerusalem, that the prophet Ahijah the Shilonite met him on the way; and he had clothed himself with a new garment, and the two were alone in the field.
29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ.
30 Then Ahijah took hold of the new garment that was on him, and tore it into twelve pieces.
30 καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα
31 And he said to Jeroboam, “Take for yourself ten pieces, for thus says the LORD, the God of Israel: ‘Behold, I will tear the kingdom out of the hand of Solomon and will give ten tribes to you
31 καὶ εἶπε τῷ Ἱεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα.
32 (but he shall have one tribe for the sake of My servant David, and for the sake of Jerusalem, the city which I have chosen out of all the tribes of Israel),
32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ,
33 because they have forsaken Me, and worshiped Ashtoreth the goddess of the Sidonians, Chemosh the god of the Moabites, and Milcom the god of the people of Ammon, and have not walked in My ways to do what is right in My eyes and keep My statutes and My judgments, as did his father David.
33 καὶ ἀνθ᾿ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
34 However I will not take the whole kingdom out of his hand, because I have made him ruler all the days of his life for the sake of My servant David, whom I chose because he kept My commandments and My statutes.
34 καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.
35 But I will take the kingdom out of his son’s hand and give it to you—ten tribes.
35 καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
36 And to his son I will give one tribe, that My servant David may always have a lamp before Me in Jerusalem, the city which I have chosen for Myself, to put My name there.
36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
37 So I will take you, and you shall reign over all your heart desires, and you shall be king over Israel.
37 καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
38 Then it shall be, if you heed all that I command you, walk in My ways, and do what is right in My sight, to keep My statutes and My commandments, as My servant David did, then I will be with you and build for you an enduring house, as I built for David, and will give Israel to you.
38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ.
39 And I will afflict the descendants of David because of this, but not forever.’ ”
40 καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών.
40 Solomon therefore sought to kill Jeroboam. But Jeroboam arose and fled to Egypt, to Shishak king of Egypt, and was in Egypt until the death of Solomon.
41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών;
41 Now the rest of the acts of Solomon, all that he did, and his wisdom, are they not written in the book of the acts of Solomon?
42 καὶ αἱ ἡμέραι, ἅς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.
42 And the period that Solomon reigned in Jerusalem over all Israel was forty years.
43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβάτ, ~καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ~ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ.
43 Then Solomon rested with his fathers, and was buried in the City of David his father. And Rehoboam his son reigned in his place.
44 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
NKJV translation