en
Old Testament
1 Now there was a long war between the house of Saul and the house of David. But David grew stronger and stronger, and the house of Saul grew weaker and weaker.
1 ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
2 Sons were born to David in Hebron: His firstborn was Amnon by Ahinoam the Jezreelitess;
2 Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος,
3 his second, Chileab, by Abigail the widow of Nabal the Carmelite; the third, Absalom the son of Maacah, the daughter of Talmai, king of Geshur;
3 καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ,
4 the fourth, Adonijah the son of Haggith; the fifth, Shephatiah the son of Abital;
4 καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς Ἀβιτάλ,
5 and the sixth, Ithream, by David’s wife Eglah. These were born to David in Hebron.
5 καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.
6 Now it was so, while there was war between the house of Saul and the house of David, that Abner was strengthening his hold on the house of Saul.
6 Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
7 And Saul had a concubine, whose name was Rizpah, the daughter of Aiah. So Ishbosheth said to Abner, “Why have you gone in to my father’s concubine?”
7 καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
8 Then Abner became very angry at the words of Ishbosheth, and said, “Am I a dog’s head that belongs to Judah? Today I show loyalty to the house of Saul your father, to his brothers, and to his friends, and have not delivered you into the hand of David; and you charge me today with a fault concerning this woman?
8 καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
9 May God do so to Abner, and more also, if I do not do for David as the LORD has sworn to him—
9 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
10 to transfer the kingdom from the house of Saul, and set up the throne of David over Israel and over Judah, from Dan to Beersheba.”
10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.
11 And he could not answer Abner another word, because he feared him.
11 καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
12 Then Abner sent messengers on his behalf to David, saying, “Whose is the land?” saying also, “Make your covenant with me, and indeed my hand shall be with you to bring all Israel to you.”
12 Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.
13 And David said, “Good, I will make a covenant with you. But one thing I require of you: you shall not see my face unless you first bring Michal, Saul’s daughter, when you come to see my face.”
13 καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
14 So David sent messengers to Ishbosheth, Saul’s son, saying, “Give me my wife Michal, whom I betrothed to myself for a hundred foreskins of the Philistines.”
14 καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.
15 And Ishbosheth sent and took her from her husband, from Paltiel the son of Laish.
15 καὶ ἀπέστειλεν Ἰεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.
16 Then her husband went along with her to Bahurim, weeping behind her. So Abner said to him, “Go, return!” And he returned.
16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε.
17 Now Abner had communicated with the elders of Israel, saying, “In time past you were seeking for David to be king over you.
17 καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν·
18 Now then, do it! For the LORD has spoken of David, saying, ‘By the hand of My servant David, I will save My people Israel from the hand of the Philistines and the hand of all their enemies.’ ”
18 καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
19 And Abner also spoke in the hearing of Benjamin. Then Abner also went to speak in the hearing of David in Hebron all that seemed good to Israel and the whole house of Benjamin.
19 καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.
20 So Abner and twenty men with him came to David at Hebron. And David made a feast for Abner and the men who were with him.
20 Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον.
21 Then Abner said to David, “I will arise and go, and gather all Israel to my lord the king, that they may make a covenant with you, and that you may reign over all that your heart desires.” So David sent Abner away, and he went in peace.
21 καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
22 At that moment the servants of David and Joab came from a raid and brought much spoil with them. But Abner was not with David in Hebron, for he had sent him away, and he had gone in peace.
22 καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
23 When Joab and all the troops that were with him had come, they told Joab, saying, “Abner the son of Ner came to the king, and he sent him away, and he has gone in peace.”
23 καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
24 Then Joab came to the king and said, “What have you done? Look, Abner came to you; why is it that you sent him away, and he has already gone?
24 καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
25 Surely you realize that Abner the son of Ner came to deceive you, to know your going out and your coming in, and to know all that you are doing.”
25 ἦ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;
26 And when Joab had gone from David’s presence, he sent messengers after Abner, who brought him back from the well of Sirah. But David did not know it.
26 καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει.
27 Now when Abner had returned to Hebron, Joab took him aside in the gate to speak with him privately, and there stabbed him in the stomach, so that he died for the blood of Asahel his brother.
27 καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
28 Afterward, when David heard it, he said, “My kingdom and I are guiltless before the LORD forever of the blood of Abner the son of Ner.
28 Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ·
29 Let it rest on the head of Joab and on all his father’s house; and let there never fail to be in the house of Joab one who has a discharge or is a leper, who leans on a staff or falls by the sword, or who lacks bread.”
29 καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.
30 So Joab and Abishai his brother killed Abner, because he had killed their brother Asahel at Gibeon in the battle.
30 Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ.
31 Then David said to Joab and to all the people who were with him, “Tear your clothes, gird yourselves with sackcloth, and mourn for Abner.” And King David followed the coffin.
31 καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
32 So they buried Abner in Hebron; and the king lifted up his voice and wept at the grave of Abner, and all the people wept.
32 καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ.
33 And the king sang a lament over Abner and said: “Should Abner die as a fool dies?
33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ;
34 Your hands were not bound Nor your feet put into fetters; As a man falls before wicked men, so you fell.” Then all the people wept over him again.
34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
35 And when all the people came to persuade David to eat food while it was still day, David took an oath, saying, “God do so to me, and more also, if I taste bread or anything else till the sun goes down!”
35 καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.
36 Now all the people took note of it, and it pleased them, since whatever the king did pleased all the people.
36 καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
37 For all the people and all Israel understood that day that it had not been the king’s intent to kill Abner the son of Ner.
37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
38 Then the king said to his servants, “Do you not know that a prince and a great man has fallen this day in Israel?
38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;
39 And I am weak today, though anointed king; and these men, the sons of Zeruiah, are too harsh for me. The LORD shall repay the evildoer according to his wickedness.”
39 καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.
NKJV translation